Ancient Greek
Section 285
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 285
Not analysed yet
Ὅτι τοὺς Γερμανοὺς, οἷς οἱ Ἀλαμανοὶ πρόσχωροι, λευκὰ λέγει φῦλα. Τοιοῦτοι γὰρ τὴν χρόαν εἰσὶν, ἀπεναντίας τοῖς νοτιωτάτοις Αἰθίοψιν· ἐκεῖνοι γὰρ μελάντατοι. Καλεῖ δὲ αὐτοὺς καὶ ἀρειμανίους ἢ ἐρισθενέας. Λέγει δὲ καὶ ὅτι παραθρώσκουσι τοὺς τοῦ Ἑρκυνίου δρυμοῦ ὀρόγκους, ἤγουν παράκεινται τοῖς Ἑρκυνίοις δρυμοῖς, πρὸς αὐτῷ τῷ Κρονίῳ ὠκεανῷ. Ἱστορεῖ δὲ καὶ τὴν ἐκεῖ που Ἰβηρικὴν ἤπειρον ὁμοίαν εἶναι βύρσῃ, οὐ τῷ χρώματι οὐδὲ τῇ λειότητι, ἀλλὰ τῷ σχήματι. Βύρσῃ γὰρ τεταμένῃ ἔοικεν ἡ Ἰβηρία, ἧς φασι τὰ οἷον τραχηλιμαῖα μέρη εἰς τὴν συνεχῆ Κελτικὴν πρὸς τὴν ἕω ὑπερεκπίπτουσι. Γνήσιοι δὲ κατὰ Ῥωμαίων γλῶσσαν οἱ Γερμανοὶ ἑρμηνεύονται, ὡς ἂν γνήσιοι Γαλάταις, οἷς ἐοίκασιν ἐν μορφαῖς καὶ βίοις καὶ ἤθεσι, πλεονάζοντες μόνον ἀγριότητι μεγέθει τε καὶ ξανθότητι, πέραν τοῦ Ῥήνου κείμενοι πρὸς ἕω μετὰ τοὺς Κελτούς. Τινὲς δὲ τὸ Γερμανοί εἰς τὸ ἀδελφοί μεταλαμβάνουσιν, ὅπερ τρόπον τινὰ ταυτόν ἐστι τῷ γνήσιοι. Πλούταρχος δὲ λέγει ὅτι οἱ Γερμανοὶ εὐμεγέθεις τοῖς σώμασι καὶ χαροποὶ τοῖς ὄμμασιν. Ὁ δὲ ῥηθεὶς Ἑρκύνιος δρυμὸς μέγας τέ ἐστι καὶ πολύδενδρος. Τὸ δὲ ὄρογκος ἰδιάζουσα λέξις ἐστὶν, ὁποῖαι πολλαὶ τοῖς ποιηταῖς ἐπιτηδεύονται διὰ τὸ καινότροπον· δηλοῖ δὲ τὴν τοῦ ὄρους ἐξόγκωσιν καὶ ἀνάτασιν.