Ancient Greek
Section 302
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 302
Not analysed yet
Ὅτι πρὸς βορέαν τῷ Ἴστρῳ ἔθνη κεῖται ταῦτα, Γερμανοὶ, Σαμάται, ἤτοι Σαρμάται, κατὰ ἔλλειψιν τοῦ ρ ἀμεταβόλου, ὡς προγέγραπται, καὶ Γέται καὶ Βαστάρναι, Δακῶν τε ἄσπετος γῆ, καὶ Ἀλανοὶ καὶ Ταῦροι οἱ καὶ Ῥῶσοι, οἱ περὶ τὸν Ἀχιλλέως δρόμον, καὶ Μελάγχλαινοι καὶ Ἱππημολγοὶ, περὶ ὧν ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται, καὶ Νευροὶ καὶ Ἱππόποδες οἱ κατά τινας Χάζαροι, καὶ Γελωνοὶ καὶ Ἀγάθυρσοι· καὶ οὗτοι μὲν βόρειοι. Πρὸς νότον δὲ τῷ Ἴστρῳ Γέρραι, καὶ Ὠρίκια ἐρυμνὰ ἄστεα, καὶ Παννόνιοι οἱ κατά τινας Βούλγαροι, καὶ Μυσοὶ Θρᾳκῶν βορειότεροι, καὶ Θρᾷκες αὐτοὶ ἀπείρονα γαῖαν ἔχοντες. Τούτων δὲ τῶν ἐθνῶν περὶ μὲν Γερμανῶν ἐρρέθη τὸ ἀρκοῦν, περὶ δὲ τῶν ἐφεξῆς εἰρήσεται, εἴ τι λόγου ἄξιον τῷ ἐπιτέμνοντι.