Ancient Greek
Section 298
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 298
Not analysed yet
Ὅτι τῷ Ῥήνῳ ἑξῆς ὁ Ἴστρος ἐπιτέλλεται, ἤγουν ἀνατέλλει κάτωθέν ποθεν· ὃν καὶ ἱερόν φησιν, καὶ σεμνύνει διὰ συνήθους ἐπαναλήψεως, λέγων καὶ ὅτι εἰς τὸν Εὔξεινον πᾶσαν ἐρεύγεται ὕδατος ἄχνην, πενταπόροις προχοαῖς, ὃ ἔστι πέντε στόμασιν, ἑλισσόμενος περὶ Πεύκην. Νῆσος δὲ ἡ Πεύκη τρίγωνος, μεταξὺ κειμένη τῶν τοῦ Ἴστρου στομάτων. Ὁ μέντοι Πτολεμαῖος ἑπτάστομον καὶ τὸν Ἴστρον λέγει, καθὰ καὶ τὸν Νεῖλον. Ὡσαύτως καὶ ὁ Γεωγράφος, ὃς λέγει καὶ ὅτι μέγιστός ἐστι τῶν Εὐρωπαίων ποταμῶν, διέχων τοῦ Ἀδριατικοῦ μυχοῦ χιλίους σταδίους, καὶ ὅτι ἀρχόμενος ἀπὸ Γερμανῶν ῥέει πρὸς νότον, εἶτα ἐπιστρέφει πρὸς ἀνατολὰς ἕως εἰς τὸν Πόντον. Ἔχει δὲ μέγιστον στόμα τὸ λεγόμενον ἱερὸν, ὅπερ ἔζευξέ ποτε Δαρεῖος, ὡς ὁ Ξέρξης τὰ τοῦ Ἑλλησπόντου στενά. Περιέχει δὲ καὶ ἄλλα νησίδια ὁ Ἴστρος τοῖς στόμασι δίχα τῆς Πεύκης. Ἡρόδοτος δὲ Κελτικὸν ποταμὸν οἶδε τὸν Ἴστρον, ἐν οἷς λέγει πληθύνεσθαι μὲν αὐτὸν ὑπὸ πολλῶν ποταμῶν, ἄρχεσθαι δὲ ἐκ Κελτῶν, ῥέειν δὲ διὰ πάσης Εὐρώπης. Καὶ αὐτὸς δὲ πεντάστομον τοῦτον ἱστορεῖ, καὶ ἴσον ἀεὶ σχεδὸν αὐτὸν ἑαυτῷ ῥέειν φησὶ, προστιθεὶς καὶ αἰτίαν τὴν δοκοῦσαν αὑτῷ. Ὁ δὲ Γεωγράφος φησὶ καὶ ἄλλον Ἴστρον ἐκ τούτου τὰς ἀρχὰς ἔχοντα ἐμβάλλειν εἰς τὸν Ἀδρίαν κόλπον κατά τινας· δι' οὗ καὶ δοκεῖ τοῖς πολλοῖς ἡ Ἀργὼ ἐκ τοῦ Εὐξείνου πόντου διεκπεσεῖν εἰς τὸ Ἀδριατικὸν πέλαγος, ὅτε τὸ χρυσοῦν κῶας οἱ Ἀργοναῦται κλέψαντες ἐκ Κολχίδος ἔφευγον. Τοῦτο δὲ καὶ Ἀριστοτέλης οἶδεν, ἐν οἷς λέγει ὅτι οἱ τριχίαι μόνοι ἀναπλέουσιν ἐκ τοῦ Πόντου εἰς τὸν Ἴστρον, εἶτα ὅπου σχίζεται, καταπλέουσιν εἰς τὸν Ἀδρίαν. Καὶ αὐτὸς γὰρ ἐν τούτοις ὑπεμφαίνει τὸν παρὰ τῷ Γεωγράφῳ ἕτερον Ἴστρον. Φησὶ δὲ ὁ αὐτὸς Γεωγράφος καὶ ὅτι ὁ Ἴστρος ποτὲ Ματόας ἐλέγετο, ὃ ἔστι κατὰ Ἕλληνας ἄσιος· καὶ ὅτι πολλάκις μὲν οἱ Σκύθαι δι' αὐτοῦ περαιούμενοι οὐδὲν ἔπασχον, συμφορᾶς δέ ποτε αὐτοῖς ἐπεισπεσούσης ἡρημηνεύθη Δάνουβις ἢ Δάνουσις, ὥσπερ τοῦ ἁμαρτεῖν ἐκείνους αἰτίαν ἔχων, τουτέστιν αἰτιώμενος διὰ τοῦ τοιούτου ὀνόματος ὑπ' ἐκείνων κατὰ τὴν αὐτῶν γλῶσσαν, ὡς αἴτιος αὐτοῖς δυστυχίας γενόμενος. Λέγει δὲ ἐκεῖνος καὶ ὅτι τῷ Ἴστρῳ παράλληλά εἰσιν ὄρη ἀπὸ Ἀδρίου μέχρι Εὐξείνου πόντου, πρῶτον τὰ Ἰλλυρικὰ, εἶτα τὰ Παιονικὰ, μεθ' ἃ τὰ Θρᾴκια, ὧν καὶ ὁ Αἷμός ἐστι, πρὸς τῷ Πόντῳ τῷ Εὐξείνῳ δηλαδὴ κείμενος. Μέση οὖν τούτων ἡ Παιονία, ὑψηλὴ πᾶσα, ἧς πρὸς Θρᾴκην καὶ ἡ Ῥοδόπη κεῖται, ὅπου ἡ νῦν ὀνομαζομένη Κλοκοτινίτζα. Τινὲς δὲ οὕτω συντομώτατα περὶ τοῦ Ἴστρου φασίν· Ἴστρος ὁ τοὺς Παίονας παραμείβων ἐκ τῶν Ἑρκυνίων ὀρῶν ναυσίπορος ἐκ πηγῆς αἴρεται, καὶ σχιζόμενος τῇ μὲν εἰς τὸν Πόντον ῥέει, τῇ δὲ εἰς τὸν Ἀδρίαν.