Ancient Greek
Section 305
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 305
Not analysed yet
Ὅτι τοὺς Δάκας Δάους ἐκάλουν τινές. Φησὶν οὖν καὶ ὁ Γεωγράφος, ὅτι οἱ Δάκαι Δάοι ποτὲ ὠνομάζοντο. Ὁ δὲ Ἡρόδοτος νομαδικὸν Περσικὸν γένος τοὺς Δάους λέγει, καθὰ καὶ τοὺς Μάρδους καὶ ἄλλους τινάς. Ὁ δὲ τὰ Ἐθνικὰ γράψας καὶ πλησίον τοῦ ποταμοῦ Βορυσθένους φησὶ τὴν Δακίαν διήκειν, περὶ οὗ Βορυσθένους κατωτέρω ῥηθήσεται. Λέγει δὲ καὶ ὅτι παρὰ τοῖς Ἀττικοῖς ὡς ἐπὶ πολὺ τὰ τῶν οἰκετῶν ὀνόματα Δάοι καὶ Γέται. Φέρεται δὲ ἱστορία, καὶ νοτιωτέρους τοῦ Ἴστρου Δάκας εἶναι· φασὶ γὰρ ὅτι Αὐρηλιανὸς τοὺς περὶ τὴν Δακίαν ἀπῳκισμένους Ῥωμαίους ἐκεῖθεν ἐξαγαγὼν διὰ τοὺς ἐν τῇ περαίᾳ τοῦ Ἴστρου κινδύνους ἐν μέσῃ τῇ Μυσίᾳ καθίδρυσε, τὴν χώραν ὀνομάσας Δακίαν. Ὅτι Ἀλανὸς ὄρος Σαρματίας, ἀφ' οὗ τὸ ἔθνος οἱ Ἀλανοὶ ἔοικεν ὀνομάζεσθαι, οὓς καὶ ἀλκήεντας ὁ Διονύσιος καὶ πολυΐππους καλεῖ.