Ancient Greek
Section 306
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 306
Not analysed yet
Ὅτι ὁ Ἀχιλλέως δρόμος, ὃν οἱ Ταῦροι τὸ ἔθνος ναίουσιν, αὐλών τίς ἐστι στενὸς ὁμοῦ καὶ δολιχὸς, καὶ κατὰ τὸν Γεωγράφον χερρόνησος ἁλιτενὴς, οἷόν τις ταινία (ἤτοι φασκία), μῆκος ὅσον χιλίων σταδίων ἐπὶ τὴν ἕω, ἀμμώδης, πλάτος δὲ δύο σταδίων τὸ μέγιστον. Τοῦτον τὸν δρόμον ὁ Ἑλληνικὸς Ἀχιλλεὺς περιῆλθε, μεταδιώκων τὴν τοῦ Ἀγαμέμνονος Ἰφιγένειαν, ἐξ Αὐλίδος ἀναρπασθεῖσαν εἰς Σκυθίαν, ὁπηνίκα ἔλαφον ἡ Ἄρτεμις εἰς θυσίαν ἀντέδωκεν· ἔνθα καὶ μείνας πολὺν χρόνον ὁ Ἀχιλλεὺς, καθὰ δοκεῖ καὶ τῷ Λυκόφρονι, ἀφῆκε τῷ τόπῳ τὴν ἐξ αὑτοῦ κλῆσιν. Ὅτι δὲ προκατηγγυημένη ἦν τῷ Ἀχιλλεῖ ἡ Ἰφιγένεια καθωμίληται. Ἄλλοι δέ φασιν ἕτερον εἶναι τοῦτον Ἀχιλλέα, παρὰ Σκύθαις βασιλέα τῶν τόπων, ὃς ἠράσθη τε τῆς Ἰφιγενείας πεμφθείσης ἐκεῖ καὶ ἔμεινεν ἐπιδιώκων, ἐξ οὗ ὁ τόπος Ἀχίλλειος. Οἱ δὲ τοῦτο λέγοντες παραφέρουσι μάρτυρα τὸν Ἀλκαῖον λέγοντα· «Ἀχιλλεὺς ὃς τᾶς Σκυθικᾶς μεδέεις.» Ἀπὸ δὲ Ἀχιλλέως καὶ ἡ Λευκὴ νῆσος ἡ μετὰ ταῦτα ῥηθησομένη Ἀχίλλειος ἐλέγετο νῆσος περὶ τὸν Εὔξεινον, ἔνθα φασὶν οἱ Σκύθαι τὴν Ἀχιλλέως ψυχὴν διαβαίνουσαν τὰ ἑαυτῆς ἀθύρειν. Οἱ δὲ Ταῦροι τὸ ἔθνος ἀπὸ τοῦ ταύρου τοῦ ζώου, φασὶ, καλοῦνται, διὰ τὸ ἐκεῖ τὸν Ὄσιριν ζεύξαντα βοῦν ἀρόσαι γῆν. Περὶ τούτους νῆσος ἡ Ταυρικὴ ἡ καὶ Μαιωτικὴ, μεγάλη καὶ ἐπίσημος, ᾗ παράκειται καὶ ἡ Φαναγόρεια καὶ ἡ Ἑρμώνασσα, ὡς ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. Καὶ ἡ Ἄρτεμις δὲ Ταυροπόλος ἀπὸ τούτων δοκεῖ τῶν Ταύρων λέγεσθαι, οἷς ἔχαιρεν ὡς ξενοκτονοῦσιν ἐπ' αὐτῇ. Οἱ μέντοι παρὰ τῷ Γεωγράφῳ Νωρικοὶ Ταυρίσκοι ἕτερόν εἰσιν ἔθνος παρὰ τούτους τοὺς Ταύρους.