Ancient Greek
Section 323
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 323
Not analysed yet
Ὅτι τοὺς Θρᾷκας γαῖαν εἰπὼν ἔχειν ἀπείρονα ἐφερμηνεύει σαφῶς, πῶς ἀπείρονα, καί φησιν· οἱ μὲν ἐπὶ πλευραῖς Προποντίδος εἰσὶ θαλάσσης, οἱ δ' ὑπὲρ Ἑλλήσποντον ἀγάρροον, οἱ δὲ περὶ τὸ βαθὺ χεῦμα τῆς Αἰγαίας θαλάσσης. Διὸ καὶ Ἡρόδοτος λέγει τοὺς Θρᾷκας ἐθνῶν μέγιστον μετὰ τοὺς Ἰνδούς. Ἦν δὲ ἂν, φησὶ, καὶ ἄμαχον καὶ κράτιστον, ἐὰν ὑπὸ ἑνὶ ἐτάττετο ἄρχοντι ἢ ἐφρόνει κατὰ τὸ αὐτό. Καὶ τάχα διὰ τὸ οὕτω πολυτενὲς τῆς χώρας καὶ περιφανὲς ἰδίασεν αὐτὴν τῆς Εὐρώπης Οὐεσπασιανὸς, ὡς προείρηται. Καλούμενοι δέ ποτε Βρίγες, εἶτα μεταβάντες εἰς Ἀσίαν, μετέπεσον εἰς τὸ τῶν Φρυγῶν ὄνομα. Ἀγάρροον δὲ τὸν Ἑλλήσποντον λέγει διὰ τὸ κατάρρουν εἶναι σφόδρα. Διὸ καὶ ποταμὸν αὐτὸν ἁλμυρὸν ὁ Ξέρξης ἐξυβρίζων ὠνόμασεν.