Ancient Greek
Section 327
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 327
Not analysed yet
Ὅτι Παλλήνη καὶ ὄρος ἐστὶ καὶ πόλις Θρᾳκική. Ταύτην μελισσόβοτον ὁ Διονύσιος ἱστορεῖ, ἤτοι πολλὰς μελίσσας τρέφουσαν. Περὶ ἣν φύεται, φησὶν, ἀστέριος καλὸς λίθος, μαρμαίρων οἷά τις ἀστὴρ, καὶ λυχνὶς πυρὸς φλογὶ πάμπαν ὁμοία, διὸ καὶ λυχνίτης ὁ λίθος λέγεται. Οἱ δὲ καὶ σεληνίτην καλοῦσι τὸν τοιοῦτον λίθον, ἐπειδὴ συμπαθῶς, φασὶν, ἔχει τῇ σελήνῃ, ὡς καὶ ὁ Βορυσθενίτης ἤλεκτρος, καθὰ καὶ προϊστόρηται, καὶ συμφθίνει τε αὐτῇ καὶ συναύξει. Τὸ δὲ λυχνίς τινες καὶ βαρύνουσι καὶ ἀρσενικὸν εἶναι λέγουσιν ὄνομα, γράφοντες· λύχνις πυρὸς φλογὶ πάμπαν ὁμοῖος. Ἄλλοι δὲ περὶ Παλλήνης οὕτω φασί· Παλλήνη πόλις Θρᾴκης, ἀπὸ Παλλήνης θυγατρὸς Σίθωνος. Ἔστι δὲ Παλλήνη καὶ χερρόνησος τρίγωνος, οἰκουμένη ποτὲ ὑπὸ γιγάντων οὓς Ἡρακλῆς μισανθρώπους ἐφευρηκὼς κατεπολέμησεν, ὅτε καὶ βρονταί τινες καὶ πρηστῆρες συνέπεσον. Διὸ καὶ θεοὶ ἔδοξαν τῆς μάχης ταύτης τῷ Ἡρακλεῖ συνάρασθαι καὶ καταφλέξαι τοὺς κακοὺς, καὶ ἡ χώρα διὰ τοῦτο Φλέγρα ἐκλήθη. Ἀπὸ τούτων τῶν τόπων Παλληνίδα τὴν τοῦ Πρωτέως θυγατέρα ἐκάλεσεν ὁ Διονύσιος, ἔνθα περὶ Ἀλεξανδρείας ἔλεγεν. Οἴονται δέ τινες Παλλήνην λέγεσθαι τὴν τῆς Κασσανδρείας χερρόνησον, τῷ Αἰγαίῳ καὶ αὐτὴν παρακειμένην. Ἔνθα που καὶ τόπος τις κατὰ παραφθορὰν Τορώνη λεγόμενος, ὁμωνύμως, ὡς ἔοικε, Τορώνῃ τῇ τοῦ Θρᾳκικοῦ Πρωτέως θυγατρὶ κατὰ Λυκόφρονα.