Ancient Greek
Section 340
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 340
Not analysed yet
Ὅτι τὴν Αὐσονίδα πολυτενῆ γῆν μέσην τέμνει τὸ Ἀπένινον ἢ Ἀπέννιον ὄρος ἐξ Ἄλπεως ἀρχόμενον, καὶ τελευτῶν εἰς τὴν Σικελικὴν πορθμίδα, ὃ ἔστιν εἰς τὸν Σικελικὸν πορθμὸν, ὡς καὶ ἀλλαχοῦ εἴρηται, περὶ τὴν Λευκοπέτραν τὴν ἐν τῇ Ῥηγίνῃ χώρᾳ. Ὄρθιον δὲ, φησὶν, ἐστὶ τὸ τοιοῦτον ὄρος, οἷά που ἐκ στάθμης ἰθυμμένον, ἤγουν τεταμένον εἰς εὐθύτητα ὥσπερ διὰ στάθμης, ἥτις ἐστὶ σχοῖνος τεκτονικὴ ἀπορθοῦσα τὰ ξύλα. Εἶτα ἐπιτείνει ποιητικῶς εἰς ὑπερβολὴν τὸ νόημα, καί φησιν οὕτως ἰθυτενὲς εἶναι τὸ ὄρος, ὡς οὐκ ἂν οὐδὲ τέκτων μωμήσαιτο σοφῆς ὑποεργὸς Ἀθήνης. Δῆλον δὲ πάντως ὅτι Ἀθηνᾶς, ἤγουν φρονήσεως, ὑπουργοὺς ἡ ποίησις οἶδε τοὺς τέκτονας. Ἡ δὲ ῥηθεῖσα Ῥηγίνη χώρα ἀπὸ τοῦ ἐκεῖ Ῥηγίου τῆς πόλεως λέγεται, κτίσματος Χαλκιδικοῦ. Αὐτὸ δὲ τὸ Ῥήγιον οὕτω καλεῖται ἢ παρὰ τὴν ῥῆξιν, ὡς ἀπορραγείσης τῆς Σικελίας ἐκ τῆς ἐκεῖσε ἠπείρου ὑπὸ σεισμοῦ, ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται· καθὰ καὶ ἡ Προχύτη νῆσος καὶ αἱ Πιθηκοῦσαι καὶ αἱ λεγόμεναι Σειρῆνες νῆσοι τρεῖς ἠπείρων ἀποσπάσματα λέγονται· ἢ Ῥήγιον εἴρηται ὡς ἂν εἴποι τις βασίλειον, ῥῆγες γὰρ καὶ ῥέγες οἱ βασιλεῖς, τῶν Σαυνιτῶν οὕτω καλεσάντων αὐτὸ δι' ἐπιφάνειαν τῆς πόλεως. Τούτου πρὸς ἕω ἄκρα τις Λευκοπέτρα, ὡς εἴρηται, λεγομένη ἀπὸ τῆς χρόας, ἐν πεντήκοντα σταδίοις, ὅπου λήγει τὸ Ἀπέννιον ὄρος, ὡς ἐρρέθη. Ἰστέον δὲ ὅτι ὥσπερ ἡ Ἄλπις πληθύνεται, οὕτω καὶ τὸ Ἀπέννιον Ἀπέννια ὄρη πληθυντικῶς λέγεται.