Ancient Greek
Section 338
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 338
Not analysed yet
Ὅτι Πυρήνη μέγιστον ὄρος, οὗ ὑπὸ πόδα οἱ Κεμψοὶ τὸ ἔθνος. Ἔχει δὲ ἡ Πυρήνη τὰς ἀρχὰς ἀπὸ τοῦ βορείου ὠκεανοῦ, καὶ διήκει ἕως εἰς τὴν ἑσπερίαν θάλασσαν, καὶ διορίζει Κελτούς τε καὶ Ἴβηρας. Ἡ δ' αὐτὴ οὐ μόνον Πυρηναῖον, ὡς προείρηται, ὄρος, ἀλλὰ καὶ πληθυντικῶς ὄρη Πυρηναῖα λέγεται. Οὕτω δὲ καὶ αἱ Ἄλπεις καὶ τὸ Ἑρκύνιον διφορεῖται τῷ ἀριθμῷ.