Ancient Greek
Section 350
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 350
Not analysed yet
Ὅτι μετὰ Τυρρηνοὺς καὶ Πελασγοὺς τὸ τῶν ἀγαυῶν Λατίνων μέρμερον ἔθνος, ὃ ἔστι φροντιστικὸν, συνετὸν, μεριμνητικὸν, ἢ τοῦ πολλὰ μερμερίζειν, ἤτοι φροντίζειν, τοῖς ὑπεναντίοις αἴτιον, δι' ἣν ἔχει ἀνδρίαν. Ἰστέον δὲ ὅτι τὸ Λατίνων ἔθνος περιφραστικῶς εἴρηται, ἀντὶ τοῦ οἱ Λατῖνοι· διὸ καὶ ἐπάγει κατὰ σχῆμα καινοπρεπὲς πληθυντικὴν σύνταξιν λέγων· γαῖαν ναιετάοντες ἐπήρατον, δι' ἧς μέσης Θύμβρις ποταμὸς, ὁ καὶ Τίβερις, ἑλισσόμενος καθαρὸν ῥόον εἰς ἅλα βάλλει· ἐφ' οἷς ἐπαναλαβὼν συνήθως καὶ εἰπών· Θύμβρις ποταμῶν βασιλεύτατος ἄλλων, ὡς διὰ τῆς βασιλίδος ῥέων Ῥώμης, Θύμβρις ὃς ἱμερτὴν ἀποτέμνεται ἄνδιχα Ῥώμην· διὰ μέσης γὰρ τῆς Ῥώμης ῥέει ὁ Θύμβρις, ὡς καὶ ὁ Κύδνος διὰ τῆς Ταρσοῦ, καὶ διὰ Βαβυλῶνος ὁ Εὐφράτης· ἐπισυνάπτει καὶ ἑτέραν ἐπανάληψιν τὴν τῆς Ῥώμης, ἐπιμένων καὶ ἐναγλαϊζόμενος διὰ τοὺς Ῥωμαίους τῷ ἐπαναληπτικῷ σχήματι, καὶ μετὰ τὸ ἱμερτὴν Ῥώμην φησί, Ῥώμην τιμήεσσαν, ἐμῶν μέγαν οἶκον ἀνάκτων, μητέρα πασῶν πόλεων, ἀγλαὸν ἢ ἀφνειὸν ἔδεθλον, ἤτοι ἔδαφος. Ἀνάκτων δὲ εἰπὼν ἔδειξε, φασὶν, ἐναργῶς ὅτι οὐκ ἐπὶ τῶν ὑπάτων αὐτὸς ἦν, ἀλλ' ἐπὶ τῶν αὐτοκρατόρων ἤκμαζε, Νέρωνος ἢ καὶ Αὐγούστου κατά τινας· οὗ μεμνῆσθαι λέγεται καὶ ἐν τῷ· «Αὐσονίου βασιλῆος ἐπεπράϋνεν ἀκωκή.» Τοὺς γὰρ ὑπάτους οὐκ ἐκάλουν ἄνακτας. Καὶ σημείωσαι ὅτι κατὰ τὸν Διονύσιον ἰδίως Λατῖνοι οἱ μετὰ τοὺς Τυρρηνοὺς καὶ τοὺς Πελασγοὺς ἐλέγοντο, ἐν οἷς καὶ οἱ περὶ τὴν Ῥώμην. Ὅτι δὲ ἡ Ῥώμη τῆς Λατίνης χώρας ἐστὶ, καὶ ὅτι Λατίνου ὁμώνυμοί εἰσιν οἱ Λατῖνοι, ὃς Ὀδυσσέως καὶ Κίρκης λέγεται, καὶ ὅτι ὁ Τίβερις Ἀλβούλας ποτὲ καλούμενος οὕτω μετεκλήθη, ὡς βασιλέως Τιβερίου ἐν αὐτῷ θανόντος, ἄλλαι τε ἱστορίαι βοῶσι καὶ ἡ τοῦ Δίωνος. Τιβέριον δὲ ἐνταῦθα ἡ ἱστορία φησὶν οὐ τὸν μετὰ τὸν Αὔγουστον, ἀλλ' ἕτερον ἀρχαιότερον, ὃς, φασὶν, ἐν μάχῃ τελευτήσας καὶ ὑπὸ τοῦ ῥεύματος κατενεχθεὶς ἐπώνυμον ἑαυτῷ τὸν ποταμὸν ἀφῆκε. Σημείωσαι δὲ ὅτι παρὰ τῷ Θεοκρίτῳ φαίνεται ἔν τινι ἀμφιβαλλομένῃ γραφῇ καὶ Σικελικός τις εἶναι Θύμβρις ποταμός.