Ancient Greek
Section 357
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 357
Not analysed yet
Ὅτι οἱ Καμπανοὶ, ὧν τὸ πέδον λιπαρὸν διὰ τὴν εὐκαρπίαν λέγει, ἀπὸ τῶν ὑποκαθημένων ἐκεῖ κάμπων ὠνομάσθησαν, ἢ ἀπὸ Κάμπου πόλεως. Ζηλωτὴ δὲ ἡ τοιαύτη γῆ δι' ἀρετὴν, καὶ διὰ τοῦτο περιμάχητος, ὥστε καὶ Φλεγραῖον ἱστορεῖται εἶναι πεδίον καὶ ἐκεῖ, καθὰ καὶ ἐν Θρᾴκῃ εἴρηται, καὶ τὰ περὶ τὴν Γιγαντομαχίαν δὲ οὐ μόνον περὶ τὴν Θρᾴκην, ἀλλὰ καὶ αὐτόθι διὰ τὸ ἐπίμαχον τῆς χώρας μυθεύεται συμπεσεῖν. Λέγεται δὲ καὶ ἡ Σικελικὴ Κύμη Φλεγραία, οὐ διὰ ὁμοίαν αἰτίαν, ἀλλὰ διὰ τὸ τὰ ἐκεῖ πλήρη πυρὸς καὶ θερμῶν ὑδάτων εἶναι. Ιβʹ δὲ τοῖς Καμπανοῖς οὐσῶν πόλεων, ἐν μεσογείῳ ἐστὶν ἡ Καπύη, κεφαλὴ τῷ ὄντι, ὥς φησιν ὁ Γεωγράφος, κατὰ τὴν ἐτυμότητα τοῦ ὀνόματος γλώττῃ Λατίνων, καίτοι τινὲς ἀπὸ Κάπυος τοῦ Τρωὸς αὐτὴν καλεῖσθαι ἠθέλησαν. Ἱστοροῦνται δὲ τρυφῆσαι πολλὰ καὶ οἱ Καμπανοί.