Ancient Greek
Section 36
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 36
Not analysed yet
Ὅτι τὴν ἀνατολὴν οὕτω περιφράζει, ὅπου πρώτιστα φαείνεται ἀνθρώποις ἥλιος, ἤτοι ὅπου ἐστὶν ἡ ἀνατολὴ, ἔνθα καὶ τὸν ἠῷον καὶ Ἰνδικὸν εἶναί φησιν ὠκεανόν· ἠῷον μὲν λεγόμενον, διὰ τὸ ἐκεῖθεν ἀνατέλλοντος ἡλίου τὴν ἡμέραν γίνεσθαι, ἢ καὶ, ὡς ἓν ἀνθ' ἑνὸς εἰπεῖν, ἠῷον ἀντὶ τοῦ ἀνατολικὸν, ἠὼς γὰρ πολλάκις καὶ ἡ ἀνατολή· Ἰνδικὸν δὲ διὰ τοὺς παροικοῦντας Ἰνδούς. Ἰστέον γὰρ ὅτι πολλοὶ κόλποι φανήσονται ἀπὸ ἐθνῶν ἢ πόλεων καὶ ὅλως ἐκ τῶν παροικούντων ἐπονομαζόμενοι, ὡς ὁ Ὑρκάνιος, ὡς ὁ Ἰσσικὸς, ὡς ὁ Αἰθιοπικὸς, καὶ ἄλλοι πολλοί.