Ancient Greek
Section 32
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 32
Not analysed yet
Ὅτι ὁ πρὸς Ἀριμασποῖς ὠκεανὸς πεπηγώς τε καλεῖται καὶ Κρόνιος καὶ νεκρός. Καὶ ἡ τούτου αἰτιολογία ἕνεκα φησὶν ἀφαυροῦ ἡλίου, μὴ δυναμένου λεπτῦναι καὶ λῦσαι καὶ ἐξαερῶσαι τὸ ἀναγόμενον ὑγρόν. Βράδιον γὰρ, φησὶν, ὑπὲρ ἅλα τήνδε φαείνει, ἀεὶ δὲ σκιεραῖς παχύνεται νεφέλαις ὁ ἥλιος, διὰ τὴν τῶν νεφῶν πύκνωσιν. Ψυχρὸς οὖν ὡς ἀληθῶς ὁ τόπος, καὶ διὰ τοῦτο κλήσει αὐχεῖ συγγενεῖ τῇ ἄγαν ψυχρότητι. Κρόνιος δὲ καλεῖται διὰ τὸ λέγεσθαι τῶν ἐκεῖ τόπων ἄρχειν τὸν ἀστέρα Κρόνον, ὃς εἰς ψύξιν τίθεται ψυχρὸς ὑπὸ τῶν ἀποτελεσματικῶν ἐκλαμβανόμενος, διὸ καὶ τὸ ψυχρὸν αὐτῷ ἀνάκειται. Ὁ δὲ μῦθος καὶ, τὰ τοῦ Κρόνου ἐκτεμὼν αἰδοῖα ἐκεῖ ῥίπτει. Παρὰ δέ γε Ἀπολλωνίῳ τῷ ποιητῇ εὕρηται Κρονία λεγομένη θάλασσα καὶ ὁ μυχὸς τοῦ Ἰονίου κόλπου, ἀπὸ νήσου τινὸς Κρονίας καλουμένης τὴν τοιαύτην κλῆσιν λαχὼν, ὡς καὶ ἀπὸ Ἰκάρου τινὸς νήσου κατά τινας τὸ Ἰκάριον πέλαγος. Ὅτι δὲ οἱ τοιοῦτοι παρωκεάνιοι τόποι πολὺ τὸ ψύχος ἔχουσι, δηλοῖ καὶ τὰ ἄνω τῶν Ἀριμασπῶν Ῥιπαῖα ὄρη, ἐξ ὧν ὁ ψυχρὸς βορρᾶς πνεῖ, ἔνθα χιὼν οὐδέποτε ἐπιλείπει.