Ancient Greek
Section 364
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 364
Not analysed yet
Ὅτι ὄρος Ζεφύριον τετρασυλλάβως τμῆμά τί ἐστι βορειότερον τῆς Λευκοπέτρας πρὸς αὐγὰς τοῦ Ἀπεννίου. Τοῦτο δὲ Ζεφύρου ἄκραν φησὶ περιφραστικῶς ὁ Διονύσιος, ὡς τοῦ τοιούτου ὄρους καὶ ζεφύρου τρισυλλάβως καλουμένου, ἀφ' οὗ οἱ Ἐπιζεφύριοι Λοκροὶ δοκοῦσι κληθῆναι, ὡς περὶ αὐτὸ κείμενοι. Ἄλλοι δὲ οὕτω φασὶ καλεῖσθαι αὐτοὺς πρὸς διαστολὴν ἄλλων Λοκρῶν, διὰ τὸ ἐκείνους μὲν ἀλλαχοῦ κεῖσθαι, τούτους δὲ πρὸς ζέφυρον ἄνεμον, καθά που προγέγραπται. Ὁ δὲ Γεωγράφος οὕτω φησίν· «Ἄκρα Λοκρίδος τὸ Ζεφύριον, ἔχουσα ἑσπερίοις ἀνέμοις λιμένα, ἐξ οὗ καὶ τοὔνομα τῇ ἄκρᾳ. Πρῶτοι δὲ οἱ ἐκεῖ νόμοις γραπτοῖς πιστεύονται χρήσασθαι, καὶ πολὺν χρόνον εὐνομηθῆναι.» Ἰστέον δὲ ὅτι διαβολὴ τοῦ γένους τῶν τοιούτων ἐνταῦθα κεῖται Λοκρῶν ἔθνους ὅλου, ὡς ἐκ δούλων καταγομένου. Δοῦλοι γὰρ, φησὶν, ὄντες προτέροις ἔτεσι, παρὰ τοῖς Ὀζόλαις δηλαδὴ Λοκροῖς τοῖς πρὸς τῷ Κρισσαίῳ κόλπῳ τῷ κατὰ τὴν Εὔβοιαν, εἶτα τῶν δεσποτῶν ἀπιόντων εἰς πόλεμον ἐμίγησαν ταῖς σφετέραις ἀνάσσαις, ἐπανελθόντας δὲ τοὺς δεσπότας ὑποπτεύσαντες ἐπὶ κολάσει ταῖς δεσποίναις συνέφυγον, καὶ ᾤκησαν ἐν Τυρρηνίᾳ, ὧν γένος εἰσὶν οἱ Ἐπιζεφύριοι Λοκροὶ, δοῦλοι ὄντες τὸ ἀνέκαθεν. Ἄλλοι δὲ γράφουσι· σφετέρῃ ἀνάσσῃ μιχθέντες, ἢ πεισθέντες, ἄνασσαν τὴν Ῥώμην νοοῦντες, ὑφ' ἣν οἱ τοιοῦτοι Λοκροὶ, περὶ οὓς ποταμὸς ὁ Ἄληξ διορίζων τὴν Ῥηγίνην ἀπὸ τῆς Λοκρίδος. Ἴδιον δὲ τοῦ τόπου τούτου, ὅτι οἱ μὲν ἐν τῇ τῶν Λοκρῶν τούτων περαίᾳ τέττιγες φθέγγονται, οἱ δὲ ἄλλοι ἄφωνοί εἰσιν. Αἴτιον δὲ τοῦ συμπτώματος λέγεται, ὅτι ἐπὶ θάτερα μὲν ὁλόσκιον, φασὶ, τὸ χωρίον ἐστὶν, ὥστε ψυχροὺς καὶ ἐνδρόσους ὄντας τοὺς τέττιγας μὴ ἔχειν διαστέλλειν τοὺς ὑμένας καὶ ἦχον ποιεῖν, τοῖς δὲ ἐν τῇ περαίᾳ τέττιξι διὰ τὸ ἡλιάζεσθαι ξηροὺς καὶ κερατώδεις εἶναι τοὺς ὑμένας, ὥστε εὐφυῶς ἐκπέμπεσθαι τὸν φθόγγον. Ἐν τούτοις τοῖς Λοκροῖς ἀνδριὰς ἐστάθη ποτὲ τοῦ ὑμνουμένου κιθαρῳδοῦ Εὐνόμου, τέττιγα ἐπὶ τῇ κιθάρᾳ καθήμενον ἔχων, διότι τέττιξ, ἐν Πυθίοις ἀγωνιζομένου τοῦ Εὐνόμου, καὶ μιᾶς τῶν χορδῶν ῥαγείσης, ἐπιστὰς ἀνεπλήρωσε τὸν φθόγγον, ταῖς ᾠδαῖς τὸν μίτον ὑποκρινάμενος, καὶ οὕτω τῆς νίκης τῷ Εὐνόμῳ συνεπελάβετο. Ἰστέον δὲ ὅτι οὐ μόνον οἱ Λοκροὶ οὗτοι δοῦλοι πράγματα τοῖς δεσπόταις παρέσχον, ἀλλὰ καὶ οἱ Σκύθαι ποτὲ, ὡς ὁ Ἡρόδοτος ἱστορεῖ, δούλων πονηρῶν ἐπειράθησαν, ὅτε ὅπλοις μὴ πειθομένους αὐτοὺς μάστιξιν ὑπηγάγοντο. Καὶ τὸ Ἄργος δέ ποτε χηρωθὲν ἀνδρῶν τοὺς δούλους ἔσχε δεσπότας τῶν πραγμάτων, καὶ μόλις οἱ παῖδες τῶν τεθνεώτων περιγενέσθαι τούτων ἴσχυσαν.