Ancient Greek
Section 368
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 368
Not analysed yet
Ὅτι μετὰ τοὺς Λοκροὺς ἔθνος οἱ Μεταπόντιοι, ὧν πόλις τὸ Μεταπόντιον, ἥ ποτε λεγομένη Σῖρις. Κληθῆναι δὲ οὕτω λέγεται ἀπὸ Μεταπόντου υἱοῦ Σισύφου, ὃν οἱ βάρβαροι Μέταβον ἔλεγον· κτίσμα δὲ Πυλίων τὸ Μεταπόντιον. Λέγονται δὲ πάνυ εὐτυχῆσαί ποτε ἀπὸ γεωργίας, διὸ καὶ ἐν Δελφοῖς ἀναθεῖναι τὸ θρυλούμενον χρυσοῦν θέρος.