Ancient Greek
Section 369
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 369
Not analysed yet
Ὅτι μετὰ τοὺς Μεταποντίους οἱ Κροτωνιᾶται, καὶ ὅτι τὸν περὶ Κρότωνα ποταμὸν τὸν Αἴσαρον χαρίεντα λέγει, καὶ αὐτὴν τὴν Κρότωνα ἱμερτὸν πτολίεθρον, ἀλλὰ καὶ ἐϋστέφανον διὰ τὸ πολλοὺς Κροτωνιάτας ἐν τοῖς καθ' Ἑλλάδα ἱεροῖς ἀγῶσι νικῶντας στεφανοῦσθαι, καὶ οὕτω τὴν πατρίδα τιμᾶν καὶ ποιεῖν εὐστέφανον. Ἱστορεῖται γοῦν ὅτι ἔν τινι Ὀλυμπιάδι οἱ τῶν ἄλλων προτερήσαντες σταδίῳ ἑπτὰ ἄνδρες Κροτωνιᾶται ἦσαν· ὅθεν καὶ εἰκότως, φασὶν, εἴρηται ὅτι Κροτωνιατῶν ὁ ἔσχατος τῶν ἄλλων Ἑλλήνων πρῶτος ἦν, δηλαδὴ κατὰ τὴν ῥωμαλεότητα. Ἐκεῖθεν καὶ Μίλων ὁ ἐπιφανέστατος καὶ ῥωμαλεώτατος ἀθλητὴς, ὃς καὶ βοῦν ἄρας ἐν μέσῳ θεάτρῳ ποτὲ ὕστερον τὸν αὐτὸν ἐθοινήσατο, κατὰ τὸν βουθοίναν Ἡρακλέα τοῦτό γε ἀνδρισάμενος. Οὗ Μίλωνος τὰ μὲν τῆς ζωῆς εὐκλεῆ, τὰ δὲ περὶ θάνατον οἴκτιστα· ἀποσφηνωθεὶς γὰρ δένδρῳ τὰς χεῖρας, ἐν τῷ τῆς οἰκείας ῥώμης πειρᾶσθαι, σφιγκτῷ θανάτῳ τὸν βίον μετήλλαξε. Μύσκελλον δέ φασί τινα οἰκιστὴν γενέσθαι τῆς Κρότωνος, ὃς ἐν Δελφοῖς συγχρηστηριαζόμενος τῷ Ἀρχίᾳ τῷ τὰς Συρακούσας κτίσαντι, καὶ συνερωτηθεὶς πότερον αἱρεῖται, πλοῦτον ἢ ὑγίειαν, εἵλετο ὑγίειαν, Ἀρχίου ἑλομένου πλοῦτον· ὅθεν, φασὶ, Κροτωνιᾶται μὲν ὑγιεινότατοι, Συρακούσιοι δὲ παμπλούσιοι. Ἀφ' ὧν καὶ ἡ τῶν Συρακουσίων δεκάτη παροιμιάζεται, ὡς πάνυ πολλὴ περιγινομένη τῷ ταμιείῳ τῆς πόλεως. Καὶ τὸ «Κρότωνος δὲ ὑγιέστερος,» ὡς ὁ αὐτὸς λέγει Γεωγράφος, ἐντεῦθεν εἴληπται, ὡς τῶν Κροτωνιατῶν εὐρώστων ὄντων· ὥστε οἱ ἀπὸ τοῦ κρότωνος τοῦ ζωϋφίου, ὃν κυνοραϊστὴν λέγει ὁ Ὅμηρος, εἰπόντες ταύτην εἰλῆφθαι τὴν παροιμίαν, οὐκ εὖ λέγουσιν, ἀλλὰ παίζουσιν, ὡς καὶ εἴ τις εἴποι τινὰ κώνωπος ἀδικώτερον. Ὁ δὲ περὶ Κρότωνα ποταμὸς Αἴσαρος ἐπὶ κυνηγῷ Αἰσάρῳ καλεῖται, ὃς ἐλάφῳ διωκομένῃ αὐτόθι συνεισπεσὼν ἀφῆκεν οὕτω καλεῖσθαι τὸν ποταμόν. Ἱστορεῖται δὲ καὶ ὅτι Κροτωνιᾶται ἐν τῷ Περσικῷ πολέμῳ ἐβοήθησαν τῇ Ἑλλάδι κινδυνευούσῃ, στείλαντες νῆα μίαν, ἧς ἦρχεν ἀνὴρ τρὶς νικήσας τὰ Πύθια, καλούμενος Φάϋλος. Λέγονται δὲ Ἀχαιοὶ εἶναι ἀνέκαθεν. Ἔδοξαν δέ ποτε καὶ περὶ ἰατρικὴν εὐδοκιμῆσαι, διά τινα Δημοκήδην Κροτωνιάτην ἔνδοξον ἰατρόν.