Ancient Greek
Section 389
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 389
Not analysed yet
Ὅτι τῆς Ἰλλυρικῆς χώρας πέρας αἱ ἡλίβατοι κολῶναι, τὰ Κεραύνια ὄρη, οὕτω καλούμενα διὰ τὸ συχνοὺς ἐκεῖ πίπτειν κεραυνούς. Περὶ ἃ κεῖται καὶ ἡ τῆς νέας Ἠπείρου μητρόπολις, ἥ ποτε καλουμένη Ἐπίδαμνος, ἤτοι τὸ Δυρράχιον, δηλοῦν ἐκ τῆς τοιαύτης κλήσεως τὴν τοῦ τόπου τραχύτητα· δυσράχιον γάρ ἐστιν, ὃ ἔστι δυσέξοχον· τρέψαν δὲ τὸ σ εἰς ρ εὐφωνότερον λαλεῖται Δυρράχιον, καθὰ καὶ τὸ Τυρσηνός Τυρρηνός, ταρσός ταρρός ὁ καλαθίσκος, πυρσός πυρρός, καὶ ἄλλα. Ἀρχὴ δὲ τὰ Κεραύνια ὄρη τοῦ Ἀδρίου καὶ τοῦ Ἰονίου πελάγους, ὧν εἰ καὶ τὸ στόμα κοινὸν, ἀλλ' αὐτὰ διαφέρει τῇ θέσει. Ἰόνιος μὲν γὰρ κόλπος ὁ μετὰ τὸ στόμα εὐθὺς, ἀπό τινος ἡγησαμένου τῶν τόπων ἔχων τὴν κλῆσιν, ἢ καὶ ἀπὸ τῆς Ἰοῦς· Ἀδρίας δὲ ὁ ἐντὸς μέχρι τοῦ μυχοῦ, ἀπὸ Ἀδρίας, ὡς προερρέθη, πόλεως ἐπιφανοῦς, ἢ ἐξ ὁμωνύμου ποταμοῦ. Ἐκεῖ δὲ ὥσπερ τρίτον τι τμῆμα ὁ Ἀκυλήϊος κόλπος, ὡς ἀνωτέρω ἔφη ὁ Διονύσιος. Εἰσὶ δὲ καὶ πρὸς ἄρκτον τοῦ βορείου Καυκάσου ὄρη Κεραύνια. Ἰλλυριοὺς δέ φασι τὸ ἔθνος κληθῆναι ἀπὸ Ἰλλυριοῦ, παιδὸς Κάδμου καὶ Ἁρμονίας.