Ancient Greek
Section 391
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 391
Not analysed yet
Ὅτι περὶ τὸν κόλπον τὸν κατὰ τὰ Κεραύνια ὄρη ἴδοις ἂν τὸν τοῦ Κάδμου καὶ τῆς γυναικὸς Ἁρμονίας τύμβον, ὃν καὶ ἀναδιπλοῖ δι' ἐπαναλήψεως, καὶ ἐρικυδέα καλεῖ. Περὶ ὧν μῦθός ἐστι, φησὶν, ὡς ἄρα μετὰ λιπαρὸν γῆρας Θήβηθεν ἐκεῖ ἐλθόντες εἰς ὄφεων σκολιὸν γένος ἠλλάξαντο, ἐπεὶ Κάδμος τὸν Ἄρεος ἀνεῖλέ ποτε ἐν Θήβαις δράκοντα, τὸν τῆς Δίρκης φύλακα. Δηλοῖ δὲ ὁ λόγος, ὡς ἐξ Ἑλλάδος αὐτόθι ἐλθόντες ἐκεῖνοι μετέθεντο τὴν Ἑλληνικὴν χρηστοήθειαν, καὶ μετέπεσον ἐξ ἐπιεικείας πρεπούσης Ἕλλησιν εἰς σκολιὰ ἤθη καὶ οἷον ὀφεώδη καὶ βάρβαρα, παρὰ τὸ γῆρας δυσπραγήσαντες εἰς ἤθους μεταβολήν. Καὶ ἔστιν ἐναλλαγῆναι αὐτοὺς εἰς ὄφεις, ὡς ἔπος εἰπεῖν, τὸ εἰς θηριωδίαν μεταμειφθῆναι. Τὸν μέντοι Κέκροπά φασιν οἱ μῦθοι τοὐναντίον ἀπὸ ὄφεως εἰς ἄνθρωπον ἐλθεῖν, ἐπειδὴ ἐκεῖνος ἐλθὼν εἰς Ἑλλάδα καὶ τὸν βάρβαρον Αἰγυπτιασμὸν ἀφεὶς χρηστοὺς ἀνελάβετο τρόπους πολιτικούς. Λέγει δὲ ὁ Διονύσιος καὶ ὅτι περὶ τὴν τοιαύτην γῆν δύο πέτραι ἀντικείμεναι ἀμφοτέρωθεν ἐρηρέδαται, καὶ αὗται, ὁπηνίκα τις ἀρχὴ γένηται τοῖς ἐκεῖ κυλινδομένου κακοῦ, συνίασι καὶ πρὸς ἑαυτὰς δονούμεναι προσαράσσονται, κατὰ τὰς μυθευομένας Πλαγκτὰς, καὶ τοῦτό ἐστι τοῖς ἐγχωρίοις σημεῖον ἐσομένου πολέμου. Τὸ δὲ ἐρηρέδαται δηλοῖ μὲν τὸ ἐρηρεισμέναι εἰσὶ καὶ ἑδραίως ἐρρίζωνται, ἔστι δὲ Ἰωνικὸν, καὶ γίνεται ἀπὸ τοῦ τρίτου ἑνικοῦ τοῦ ἐρήρεισται, ἀποβολῇ τοῦ σ καὶ προσθέσει τῆς δα συλλαβῆς· ὁποῖον καὶ τὸ ὠνόμασται ὠνομάδαται, πέφρασται πεφράδαται καὶ ὅσα τοιαῦτα. Ἰστέον δὲ ὅτι ὁ μὲν μῦθος τὴν τῷ Κάδμῳ συνοικήσασαν Ἁρμονίαν Ἄρεος καὶ Ἀφροδίτης γενεαλογεῖ. Ἀρριανὸς δὲ Ἀσιανήν τε αὐτὴν οἶδε καὶ Δαρδάνου ἀδελφήν. Φησὶ γὰρ ὅτι Κάδμος ὑπὸ τοῦ πατρὸς κατὰ ζήτησιν τῆς ἀδελφῆς Εὐρώπης σταλεὶς καὶ πλανώμενος περιπετὴς γέγονεν Ἁρμονίᾳ τῇ τοῦ Δαρδάνου ἀδελφῇ, ἁρπάσας δὲ καὶ εἰς τὰς νῆας ἐνθέμενος προσέσχε τῇ Βοιωτῶν γῇ, ἔνθα Θηβαίων ἐγένετο ἀρχηγὸς, πλούτῳ τε εὐδοκιμῶν καὶ τῇ ἄλλῃ σοφίᾳ.