Ancient Greek
Section 39
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 39
Not analysed yet
Ὅτι πρὸς νότον πολὺς ἀοικήτου χθονὸς αὐλὼν ἢ ἀγκὼν ἐκτέταται, θερμοῖς κεκαυμένος ἡλίοις, ὃς καὶ καλεῖται διακεκαυμένη ζώνη, ἔρημος οἰκούντων οὖσα, διὰ τὴν ἐκεῖ ἄγαν θερμότητα. Ἰστέον δὲ ὅτι οὕτω νοητέον καὶ πρὸς τῷ βορείῳ ὠκεανῷ ἀοίκητον ὁμοίως εἶναι τόπον, διὰ τὴν λίαν ψυχρότητα· διὸ καὶ προμήκης ἡ οἰκουμένη, ὡς εἴρηται, παρατέταται δίκην σφενδόνης, καὶ οὐκ ἀκριβῶς ἐσφαίρωται, ὡς ὑπεξαιρουμένων τῶν ἑκατέρωθεν ἀοικήτων. Ὅτι δὲ καὶ πρὸς βορρᾶν πολλή ἐστι γῆ νομάδων ἀοίκητος, ὡς εἴρηται, διὰ ψυχρότητα, δῆλον ἔσται ἐν τοῖς ἑξῆς. Ἰστέον δὲ καὶ ὅτι τὰ τῆς οἰκουμένης ἄκρα τὰ παρακείμενα τῇ διὰ καῦμα ἢ διὰ ψύχος δυσκράτῳ καὶ ἀοικήτῳ δοκεῖ τοῖς σοφοῖς ἀποτεύγματα, ἤγουν ἀποτυχίας, εἶναι τῆς εὐκράτου, καὶ ἐκπτώσεις τινὰς καὶ ἐλαττώματα· καὶ δῆλόν φασι τοῦτο καὶ ἐκ τῶν βίων· Κακόβιοι γάρ εἰσιν οἱ ἐν τοῖς τοιούτοις ἄκροις οἰκοῦντες καὶ γυμνῆτες τὰ πολλὰ καὶ νομάδες, καὶ τὰ βοσκήματα δὲ αὐτοῖς μικρὰ καὶ οἱ κύνες. Τάχα δέ, φασι, καὶ οἱ νοτιώτατοι Πυγμαῖοι ἀπὸ τῆς τούτων μικροφυΐας ὑπενοήθησαν καὶ ἀνεπλάσθησαν. Οὐδεὶς γὰρ ἑωρακὼς ἐξηγεῖται πίστεως ἄξιος. Σημείωσαι δὲ ὅτι οὐ παρὰ Λιβανίῳ μόνον καὶ Αἰλιανῷ πληθυντικῶς οἱ ἥλιοι· ἰδοὺ γὰρ καὶ παρὰ Διονυσίῳ ἐνταῦθα ἐν τῷ «μαλεροῖς κεκαυμένος ἡλίοις.» Ἀλλ' ὁ μὲν Λιβάνιος ἐπὶ ἡμερῶν τοὺς ἡλίους τίθησιν, ὅτε που λέγει τὴν μῆνιν ἐπὶ πολλοῖς ἡλίοις διαφυλαχθῆναι· οἱ δὲ ἄλλοι τὰς ὁσημέραι τοῦ ἡλίου λάμψεις ἡλίους φασίν. Ἄλλως γὰρ μοναδικός ἐστιν ὁ ἥλιος, καὶ διὰ τοῦτο οὐ θέλει ἐν τῷ κλίνεσθαι πληθύνεσθαι, ὥσπερ οὔτε ἡ γῆ, κἂν αἱ χώραι γαῖαι λέγωνται, ὡς μετὰ ταῦτα φανήσεται· οὔτε ἡ ἅλς, κἂν τὰ πελάγη θαλάσσας ὁμοίως λεγομένας ἀκούωμεν.