Ancient Greek
Section 41
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 41
Not analysed yet
Ὅτι εἰπὼν τέσσαρα τὰ πελάγη τοῦ ὠκεανοῦ, τὸ ἑσπέριον Ἀτλαντικὸν, καὶ τὸ ἀρκτῶον Κρόνιον, καὶ τὸ κατὰ τὴν ἕω Ἰνδικὸν, καὶ τὸ νότιον Αἰθιοπικὸν, καὶ οὕτω τοῖς τοῦ κόσμου τέσσαρσι κέντροις ἐπεξελθὼν, ἐπάγει συμπληρωματικῶς ἅμα καὶ ἐπιφωνηματικῶς, ὅτι «Οὕτως ὠκεανὸς περιδέδρομε γαῖαν ἅπασαν»· ὡς ἤδη δείξας ὅτι πᾶσαν τὴν γῆν στεφανοῖ, ὡς προείρηται· εἰ καί τινες τῶν παλαιῶν ἀντιλέγειν ἐβούλοντο, καθὰ καὶ Ἡρόδοτος, ὃς οὐκ ἀποδέχεται τοὺς γράφοντας τὸν ὠκεανὸν ῥέειν πέριξ τῆς γῆς.