Ancient Greek
Section 400
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 400
Not analysed yet
Ὅτι ἡ Ἑλλὰς δισσῇ θαλάσσῃ ἔζωσται, τῇ Αἰγαίῃ τε καὶ τῇ Σικελικῇ, ὧν ἑκάστη ἄνεμον ἔλαχεν, εἰς ὂν ἀφορᾷ, τὸν ἑσπέριον μὲν ἡ Σικελικὴ, ἡ Αἰγαίη δὲ τὸν εὖρον. Τὸν δὲ ἑσπέριον ἄνεμον καὶ ζέφυρον καλεῖσθαί φησιν, ἐρεθίζων οἷον ἡμᾶς εἰς ἐτυμολογίας ἀνεύρεσιν. Ζέφυρος γὰρ τρόπον τινὰ ταὐτόν ἐστι τῷ ἑσπέριος ἄνεμος, ὡς ἀπὸ ζόφου, ὃ ἔστι τῆς ἑσπέρας, οὖρος, ἤγουν ἄνεμος.