Ancient Greek
Section 401
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 401
Not analysed yet
Ὅρα δὲ ὅτι ὀφείλων ἑκατέρα εἰπεῖν, διὰ τὴν Αἰγαίαν καὶ τὴν Σικελήν· ἐπὶ δύο γὰρ συλληπτικῶς λέγεται τὸ ἑκάτερος· ὁ δὲ ἑκάστη εἶπεν, ὅπερ ἐπὶ πλήθους εἴωθε λέγεσθαι. Ποιήσει δὲ τοῦτο καὶ ἐν τοῖς μετὰ ταῦτα, καὶ ἔστι τοιοῦτόν τι καὶ παρὰ τῷ Ἑρμογένει.