Ancient Greek
Section 406
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 406
Not analysed yet
Ὅρα δὲ τὸ ἴχνος ἐρείδων ῥηθὲν ὡς ἐπὶ βάσεως ποδός. Εἴρηται δὲ ὡς πρὸς τὸ Πέλοπος νῆσος ὀπηδεῖ· ἀκόλουθα γὰρ ἀλλήλοις τὸ ὀπηδεῖν καὶ τὸ ἴχνος ἐρεῖσαι. Λέγεται δὲ καὶ ὅτι ἴση σχεδόν ἐστι κατά τε μῆκος καὶ κατὰ πλάτος, ὅσον χιλίων τετρακοσίων σταδίων, καὶ ὅτι κύκλῳ περίμετρος αὐτῆς μὴ κατακολπίζοντι μὲν τετρακισχιλίων σταδίων ἢ καὶ πλεῖόν τι, κατακολπίζοντι δὲ ὑπὲρ τὰ πεντακισχίλια ἑξακόσια.