Ancient Greek
Section 403
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 403
Not analysed yet
Ὅτι ἡ τοῦ Πέλοπος νῆσος ἔστι μὲν κυρίως χερρόνησος, ὅμως δὲ νῆσος μὲν λέγεται, ὡς παρὰ βραχὺ τοιαύτη οὖσα παρὰ τὸν ἰσθμὸν δηλαδὴ, τουτέστι τὸν ὀλιγοστάδιον αὐχένα, καὶ ὡς θαλασσίοις κατὰ τὸν Διονύσιον ἐστεμμένη κόλποις ἔνθα καὶ ἔνθα· ὅπερ ταὐτόν ἐστι τῷ ἀμφίαλος. Καὶ ὅρα τὸ ἐστεμμένη ἀντὶ τοῦ κυκλουμένη. Καὶ ἔστιν ἐνταῦθα κάλλιον οὕτως εἰπεῖν, παρόπερ ἀνωτέρω ἐπὶ τῆς Ἑλλάδος ἔφη, ἐζῶσθαι αὐτὴν δισσαῖς θαλάσσαις εἰπών. Καὶ διὰ τοῦτο μὲν ὀνομάζεται νῆσος. Πέλοπος δὲ λέγεται διὰ τὸ τὸν Φρύγα ἢ Λυδὸν Πέλοπα κυριεῦσαί ποτε αὐτόθι, ἐπιγαμβρεύσαντα Οἰνομάῳ. Λέγεται δὲ οὐ μόνον συνθέτως Πελοπόννησος διὰ τῶν δύο νν, ὡς Ἑκατόννησοι, αἱ τοῦ Ἑκάτου, ἤγουν Ἀπόλλωνος, νῆσοι, ἀλλὰ καὶ ἁπλῶς, ἤτοι ἀσυνθέτως, ποτὲ μὲν Πελοπία γῆ, ὡς παρ' Εὐριπίδῃ εὕρηται, ποτὲ δὲ νῆσος, ὡς αὐτὸς ὁ Διονύσιος ποιεῖ ἐν τῷ περὶ Ἀρκάδων λόγῳ, ὥσπερ καὶ τὸ πρὸ τοῦ Εὐξείνου ὕδωρ στόμα τε ἁπλῶς λέγει καὶ στόμα Πόντου συνθέτως· οὕτω δὲ καὶ τὰς Θερμοπύλας Πύλας ἁπλῶς λεγομένας εὑρίσκομεν. Ἔστι δὲ κατὰ τὸν ἰσθμὸν ἡ Πελοπόννησος συνεχὴς τῇ τῆς Ἑλλάδος πέζῃ. Συνάπτει γὰρ ὁ τόπος ἐκεῖνος τῇ Ἑλλάδι, καὶ ἔοικε πλατάνου πετάλῳ μυουρίζοντι, τουτέστι κατὰ μυὸς οὐρὰν στενουμένῳ καὶ λεπτυνομένῳ, κατὰ τὸν ἄκρον μίσχον, ἤτοι κατὰ τὸν καυλὸν, οὗ τὸ φύλλον ἐξήρτηται. Καὶ ὁ μὲν ἰσθμὸς, φησὶ, τῆς Πελοποννήσου ὁ τεσσαρακονταστάδιος, εἰργόμενος στενὸς, ἔοικε τῷ ἄκρῳ μίσχῳ τοῦ φύλλου, βόρειος ὢν καὶ κοινὸν ἐφ' Ἑλλάδος ἴχνος ἐρείδων, ὡς τῆς Ἑλλάδος κατὰ συνέχειαν εὐθὺς κειμένης, ὡς εἴρηται, μετὰ τὸν ἰσθμόν. Ἡ δὲ τῆς ἔσω ἠπείρου περίμετρος τῷ πολυδινήτῳ φύλλῳ παρέοικεν, ὡς πολλὰς ἐπικλάσεις ἔχουσα καὶ καμπὰς καὶ ἐγκολπώματα, καθ' ὁμοιότητα τοῦ τῆς πλατάνου φύλλου. Διὸ καὶ ὁ Πίνδαρος πολύγναμπτον μυχὸν λέγει τὴν Πελοπόννησον· ἀκρόπολιν δὲ τῆς Ἑλλάδος οἱ παλαιοί φασι τὴν Πελοπόννησον.