Ancient Greek
Section 416
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 416
Not analysed yet
Ὅτι ἐν δυσὶ στίχοις μετέλαβε γοργῶς καὶ ποικίλως τέσσαρα τοπικὰ ἐπιρρήματα, εἰπών, «ἔνθα Μέλας, ὅθι Κρᾶθις, ἵνα ῥέει ὑγρὸς Ἰάων, ἧχι καὶ ὠγύγιος μηκύνεται ὕδασι Λάδων.» Ὠγύγιον δὲ τὸν Λάδωνα λέγει διὰ τὴν περὶ αὐτοῦ ἀρχαιολογίαν. Μῦθος γὰρ βούλεται πρώτην ἄνθρωπον ἐξ αὐτοῦ καὶ γῆς γενέσθαι τὴν Δάφνην· ὠγύγιος γὰρ, ἤτοι παλαιὸς, ὁ τὴν πρώτην γεννήσας ἄνθρωπον.