Ancient Greek
Section 419
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 419
Not analysed yet
Ὅτι τὸ Ἄργος μὲν εἰς ἀνατολὴν ὁρᾷ τῆς Πελοποννήσου, πρὸς δύσιν δὲ ἡ Λακεδαίμων. Ἑκατόμπολις δὲ ἡ Λακωνικὴ τὸ παλαιὸν, καθὰ καὶ ἡ Κρήτη, λέγεται. Διὸ καὶ τὰ Ἑκατόμβαια ἐκεῖ ἐθύετο ἐπὶ σωτηρίᾳ τῶν τοσούτων πόλεων. Μία δὲ τῶν ἑκατὸν αἱ Ἀμύκλαι, ἃς ἔκτισεν υἱὸς Λακεδαίμονος ὁ Ἀμύκλας. Ἰστέον δὲ ὅτι τὸ Ἄργος τοῦτο προεῖχέ ποτε τῶν ἐν τῇ Ἑλλάδι χώρᾳ πόλεων, καὶ μάλιστα διὰ τὴν ἀνδρίαν τῶν ἐν αὐτῇ. Κατὰ δὲ τὸν Ἡρόδοτον ἤκουσάν ποτε καὶ μουσικοὶ εἶναι πρῶτοι Ἑλλήνων. Κἀκεῖνο δὲ χρὴ εἰδέναι, ὅτι οὐχ ἓν Ἄργος ἐστὶν, ἀλλὰ διάφορα. τό τε κατὰ τὴν Πελοπόννησον, ὅπερ ὁ Σοφοκλῆς καὶ Ἄργος Δωρικὸν λέγει καὶ Ἀπίαν γῆν· ἐκλήθη δὲ τὸ αὐτὸ καὶ Φορωνικὸν ἄστυ ποτὲ ἀπὸ Φορωνέως, ὠνομάσθη δὲ καὶ Αἰγιάλεια ἔκ τινος Αἰγιαλέως, καὶ ἱππόβοτον, ναὶ μὴν καὶ Ἴασον ἀπὸ Ἰάσου τινὸς, καὶ δίψιον διὰ τὸ μὴ πολύϋδρον εἶναι· ἐλέγετο δὲ, φασὶ, καὶ Θετταλικὸν Ἄργος ἡ νῦν Λάρισσα, καὶ Ἀμφιλοχικὸν δὲ ἄλλο, καὶ ἁπλῶς εἰπεῖν εἰς ἕνδεκα τόπους οἱ παλαιοὶ τὸ Ἄργος μετροῦσι, λέγοντες καὶ ὅτι πᾶν σχεδὸν πεδίον παραθαλάσσιον Ἄργος ἐλέγετο. Ὁ δὲ Γεωγράφος φησὶν ὅτι οἱ νεώτεροι καὶ μάλιστα Μακεδόνες καὶ Θετταλοὶ ἄργος τὸ πεδίον φασί. Καὶ ἡ ὅλη δὲ Πελοπόννησος Ἄργος ἀπὸ τοῦ πολυοφθάλμου Ἄργου ἐκλήθη ποτέ. Ὁ δὲ Γεωγράφος οὕτω καὶ περὶ τούτου φησίν· «Ἀχαϊκὸν Ἄργος ἐκλήθη ἥ τε ὅλη Πελοπόννησος καὶ ἰδίως ἡ Λακωνική. Τὸ γοῦν παρὰ τῷ Ποιητῇ περὶ τοῦ Μενελάου λεχθέν, «ἢ οὐκ Ἄργεος ἦεν Ἀχαϊκοῦ;» ἀντὶ τοῦ οὐκ ἦν ἐν τῇ Λακωνικῇ; Ἐντεῦθεν δὲ καὶ ἡ Ἑλένη Ἀργεία λέγεται.» Προϊὼν δὲ λέγει κληθῆναί ποτε τὴν Πελοπόννησον Ἄργος Ἴασον καὶ Ἀχαϊκὸν καὶ ἵππιον, καὶ ἱππόβοτον. Τὸ δὲ τοῦ Ἄργους ἐθνικὸν οὐ μόνον Ἀργεῖος, ὥς φασιν οἱ παλαιοὶ, ἀλλὰ καὶ Ἀργόλας, καὶ ἡ χώρα Ἀργολίς. Ἐλέγετο δὲ καί τι Ἄργος ἰδίως οὕτως Ἀργολικόν.