Ancient Greek
Section 426
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 426
Not analysed yet
Ὅτι οὕτω πάνυ ἐπέδραμεν ἐνταῦθα ἐπελευστικώτατα, ἤγουν συντομώτατα, ὁ Περιηγητὴς, ὥστε τεσσάρων μεγάλων ἐθνῶν μνησθεὶς Βοιωτῶν, Λοκρῶν, Θεσσαλῶν, Μακεδόνων, ἠρκέσθη μόνον ἀριθμῆσαι αὐτὰ πρὸς ὄνομα, μηδέν τι πλέον εἰπὼν περὶ αὐτῶν. Φησὶ γάρ «Βοιωτῶν πέδον καὶ Λοκρὶς ἄρουρα, Θεσσαλίη τε Μακηδονίης τε πόληες»· ἡ δὲ παρεκβολὴ ἐρεῖ περὶ ἑκάστου τούτων ὅσα ἐνδέχεται. Ὅτι οἱ Βοιωτοὶ ὠνομάσθησαν ἀπό τινος Βοιωτοῦ καλουμένου, ὃν ἡ μήτηρ Ἄρνη λάθρα τεκοῦσα περὶ βοῶν ἔθετο κόπρους, ἐξ οὗ καὶ τὸ ὄνομα ἔσχεν, ὡς ῥιφεὶς ἀμφὶ τοὺς βόας· ἢ ἀπὸ τῆς βοὸς ἡ χώρα Βοιωτία τῆς καθηγησαμένης αὐτόθι τῷ Κάδμῳ· οἱ δὲ παρὰ τὸν βοῦν ὠνομάσθαι εἶπον τοὺς Βοιωτοὺς, ὡς μὴ ὄντας ταῖς διανοίαις ἄγαν εὐκινήτους. Συμφωνεῖ δὲ τῷ λόγῳ τούτῳ καὶ ἡ Βοιωτία ὗς, ὅπερ ἐσκώπτοντο οἱ Βοιωτοὶ, ὡς δηλοῖ καὶ ὁ Πίνδαρος. Γυμναστικοὶ δὲ οἱ Βοιωτοί· διὸ καὶ λέγεται λόγος τοιοῦτος, ὡς Ἀθηναῖοι μὲν περὶ τὴν ναυτικὴν ἠσχόληνται τέχνην, Θετταλοὶ δὲ περὶ τὴν ἱππικὴν ἐμπειρίαν, Βοιωτοὶ δὲ περὶ τὴν τῆς γυμνασίας ἐπιμέλειαν, Κυρηναῖοι δὲ περὶ τὴν διφρευτικὴν ἐπιστήμην. Ὅτι ἐγγὺς τῶν Βοιωτῶν οἱ Ἐπικνημίδιοι Λοκροὶ, ἀπὸ Κνημῖδος ὄρους τὴν κλῆσιν ἔχοντες, ὡς ἀπὸ Ζεφυρίου ὄρους ἕτεροι Λοκροὶ οἱ Ζεφύριοι. Ἱστορεῖ γὰρ ὁ Γεωγράφος ὅτι ὁ Παρνασὸς πρὸς δύσιν αὐτοῦ διαιρεῖ τοὺς Ἑσπερίους Λοκροὺς τοὺς καὶ Ὀζόλας καλουμένους, οἳ χαράσσουσιν ἐν σφραγῖδι τὸν ἕσπερον ἀστέρα, ἐπὶ δὲ ἕω τοὺς Ἐπικνημιδίους, οὕτω καλουμένους ἀπὸ ὄρους Κνημῖδος, κειμένου περὶ τὸ ὄρος τὴν Οἴτην. Τῶν δὲ Ἐπικνημιδίων μέρος ἐκεῖνος τοὺς Ὀπουντίους φησὶν, οὕτω λεγομένους ἀπὸ πόλεως Ὀποῦντος τῆς τοῦ Πατρόκλου πατρίδος, ἣν σεμνολογεῖ ὁ Πίνδαρος· ὥστε συνακτέον τεσσάρων Λοκρῶν εἶναι γένος, τρία μὲν ταῦτα τοὺς Ὀπουντίους καὶ τοὺς Ἐπικνημιδίους καὶ τοὺς Ὀζόλας, τέταρτον δὲ τοὺς Ἰταλικοὺς ἤτοι τοὺς Ἐπιζεφυρίους. Οἱ δὲ Ὀζόλαι ἀπὸ τῆς σηπεδόνος, φασὶν, ἐκλήθησαν τῶν ἐκεῖ ἀναιρεθέντων Κενταύρων· εὕρηται γὰρ παρ' αὐτοῖς Νέσσου τε μνῆμα καὶ ἄλλων Κενταύρων.