Ancient Greek
Section 427
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 427
Not analysed yet
Ὅτι ἀπὸ Θεσσαλοῦ τινος ἡ πρώην καλουμένη Πελασγία Θεσσαλία ἐκλήθη. Ἐν ταύτῃ, ὡς λόγος, οὐκ ἐξῆν πελαργοὺς κτείνειν, ἐπεὶ τὴν χώραν ὄφεων ἐξεκάθαιρον. Ἀπὸ ταύτης ὑπόδημά τι ποιὸν ἐλέγετο Θετταλίς. Καὶ πήδημα δὲ ἀπὸ ταύτης Θεσσαλὸν τὸ παροιμιαζόμενον. ᾌδονται δὲ βασιλεῖς Θεσσαλίας οἱ Ἀλευάδαι, εὐγενὲς δὲ γένος ἐκεῖσε καὶ οἱ Σκοπάδαι, ἀπὸ ἀνδρῶν παλαιῶν γενεαλογούμενοι, ὧν ὁ μὲν Ἀλεύας, ὁ δὲ Σκόπας ἐκαλεῖτο. Ὅτι Μακεδόνες λέγονται ἀπὸ Μακεδόνος τοῦ Διός. Οἱ δὲ παῖδας Αἰόλου δέκα παραδιδόασιν, ὧν εἷς Μακεδὼν, φασὶν, ἐξ οὗ ἡ Μακεδονία. Ἦν δέ τις μοῖρα Μακεδονίας Μακέτα λεγομένη, ἐξ ἧς καὶ ἡ Μακεδονία Μακετία ἐλέγετο. Ὅτι δὲ Μακεδὼν καὶ Μακηδὼν λέγεται, ἤδη ἐν τοῖς περὶ Ἀλεξανδρείας προείρηται, ὅθεν καὶ Μακηδονίαν ἔφη τὴν χώραν ὁ Διονύσιος.