Ancient Greek
Section 441
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 441
Not analysed yet
Ὅτι τὸν δράκοντα, ὃν Ἀπόλλων ἀνεῖλεν ἐν τῇ Πυθῶνι τῇ περὶ τὸν Παρνασσὸν, Δελφύνην ὁ Διονύσιος καλεῖ, οὗ τὸν ὁλκὸν ἀναδιπλώσας ἐν ἐπαναλήψεως σχήματί φησιν, ὅτι «δράκοντος Δελφύνης παρακέκλιται ὁλκὸς τῷ Πυθίῳ τρίποδι, ὁλκὸς ἀπειρεσίαις ἐπιφρίσσων φολίδεσσιν,» ὡς τῆς δορᾶς τοῦ δράκοντος ἐκεῖ ἀνακειμένης. Ἐξ οὗ καὶ ἡ Πυθὼν παρωνομάσθαι δοκεῖ, ὡς ῥηθήσεται. Ὁλκὸν δὲ ἔφη τὴν δορὰν τοῦ δράκοντος, τῷ ὀνόματι τοῦ ὅλου ὀνομάσας τὸ μέρος, ὡς καὶ ἡ βύρσα βοῦς λέγεται, καὶ ἐλέφας τὸ ὀστοῦν τοῦ ἐλέφαντος. Φασὶ δὲ ὅτι ὁ Διονύσιος ἀντὶ ἀρσενικοῦ τοῦ ὁ Δελφύνης θηλυκῶς εἶπεν ἡ Δελφύνη, τρόπῳ ποιητικῷ κατὰ γένους κοινότητα.