Ancient Greek
Section 443
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 443
Not analysed yet
Ὅρα δὲ ὅτι τὸ φολίς ἐπὶ ὄφεως εἶπεν, ὡς τῶν λεπίδων ἰχθύσιν ἀπονενεμημένων· καὶ ὅτι τὸ φρίσσειν καὶ ἐπὶ τῶν ἐπανεστηκυιῶν φολίδων ἔφη, ἀπὸ θαλάσσης καὶ ἐνταῦθα τὴν λέξιν μεταγαγών. Ὥσπερ γὰρ τὸ κυμαίνεσθαι θαλασσία λέξις, οὕτω καὶ τὸ φρίσσειν κυρίως, καὶ ἐκεῖθεν μετενήνεγκται εἰς ἄλλα διάφορα.