Ancient Greek
Section 444
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 444
Not analysed yet
Ὅτι θυόεν πέδον τὸ τῆς Πυθῶνος διὰ τὰς ἐκεῖ πολλὰς θυσίας. Καὶ ἱμερτὸν δὲ ἢ μέγαν λέγει τὸν αὐτόθι ναὸν τοῦ Ἀπόλλωνος, ἔνθα φησὶ τὸν Φοῖβον ἀπὸ Μιλήτου ἢ Κλάρου ἐλθόντα χρυσέης ἀναλύεσθαι ἅμμα φαρέτρης, ἤτοι λύειν τὸν τῆς φαρέτρας δεσμὸν, καὶ ἀποθέντα αὐτὴν ἀναπαύεσθαι. Ἱερὰ δὲ ἦν Ἀπόλλωνος καὶ ἡ Μίλητος καὶ ἡ Κλάρος, καθὰ καὶ ἡ Δῆλος καὶ ἡ Πυθὼν, καθ' Ὅμηρον δὲ καὶ ἡ Κίλλα ἡ καὶ Χρύση καὶ ἡ Τένεδος καὶ ἡ Ἴσμαρος. Ὅτι δὲ ἡ Πυθὼν παρὰ τὸ πύθω, τὸ σήπω, λέγεται, ὡς ἐν αὐτῇ σαπέντος τοῦ ῥηθέντος δράκοντος, ἢ παρὰ τὸ πυθέσθαι, τὸ μαθεῖν, ὡς τῶν χρηστηριαζομένων ἐκεῖθεν μανθανόντων τὰ μέλλοντα, ἱκανῶς τεθρύληται. Ἡ δὲ Μίλητος πόλις ἐστὶν Αἰολικὴ, περὶ ἧς γραφήσεται τὰ δέοντα ἐν τοῖς ἑξῆς. Ἡ δὲ Κλάρος λέγεται νεώριον εἶναι τῆς Κολοφῶνος, κληθῆναι δὲ οὕτως ἀπὸ τοῦ κλήρου, ἤτοι τοῦ λάχους· πολλῶν γὰρ, φασὶ, θεῶν κληρωσαμένων περὶ αὐτῆς, ἔλαχε τῷ Ἀπόλλωνι. Λέγεται δὲ καὶ Διὸς Κλαρίου μαντεῖον εἶναι αὐτόθι. Ὅθεν καὶ παρὰ τῷ Λυκόφρονι ἡ Κασσάνδρα Κλάρου Μιμαλὼν λέγεται, τουτέστι βάκχη καὶ μάντις Κλαρία.