Ancient Greek
Section 476
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 476
Not analysed yet
Ὅτι ἡ Σικελία χερρόνησός ποτε ἦν συνεχὴς κατὰ τὸν ἰσθμὸν τῇ τῶν Αὐσόνων γῇ. Σεισμοῦ δέ τινος ὡς εἰκὸς ἐξαισίου συμπεσόντος, καὶ τοῦ ἰσθμοῦ διασχόντος, εἰσπεσεῖν φασι τὴν παρίσθμιον θάλασσαν, καὶ μεσολαβήσασαν θέσθαι νῆσον τὴν Σικελίαν, οὐ πολὺ διὰ τοῦτο τῆς χέρσου διέχουσαν. Ὅθεν καὶ μῦθος φέρεται, τὸν Ποσειδῶνα οἷα ἐπιστατοῦντα τοῖς σεισμοῖς ἀποτεμεῖν τὸν ἰσθμὸν Ἀονίῳ πολυγλώχινι σιδήρῳ, καὶ παρεισαγαγεῖν τὴν ἑκατέρωθεν ζωννύουσαν αὐτὸν θάλασσαν, καὶ οὕτω νῆσον ποιῆσαι τὴν τέως χερρόνησον, χαριζόμενον Ἰοκάστῳ τῷ τοῦ Αἰόλου παιδὶ, ὡς ἂν ἔχοι ταύτην οἰκεῖν ἀσφαλῶς. Ἀπὸ δὲ τῆς ῥηθείσης ῥήξεως, ὡς προείρηται, καὶ τὸ ἐκεῖ λέγεται παρονομασθῆναι Ῥήγιον· καθά που καὶ τὸ παρ' ἡμῖν τὸ Θράκιον· καὶ αὐτὸ γὰρ ἐπὶ τοιᾷδε ῥήξει ὀνομασθῆναί τινες οἴονται, δι' ἧς ῥήξεως ἡ λίμνη τῇ ἐγγὺς θαλάσσῃ ὡμίλησε διεκρεύσασα. Τοιοῦτον δέ τι παθεῖν καὶ τὸν Ἑλλήσποντον ἱστοροῦσί τινες, ὡς προϊοῦσι ῥηθήσεται. Ὁ δὲ Γεωγράφος φησὶν ὅτι πιστεύεται τὴν Λέσβον ἀπερρωγέναι τῆς Ἴδης, ὡς καὶ τὴν Σικελίαν τῆς Ῥηγίνης, καὶ τὴν Ὄσσαν τοῦ Μακεδονικοῦ Ὀλύμπου, ὧν μέσον ἔκτοτε διέρρευσεν ὁ Πηνειός. Καὶ τὴν Εὐβοΐδα δὲ γῆν λεπτὸς Εὐρίπου κλύδων Βοιωτίας ἀκτῆς ἐχώρισε, καθά τίς φησι ποιητής. Πολυγλώχινα δὲ σίδηρον τὴν τοῦ Ποσειδῶνος καλεῖ τρίαιναν κατὰ τοὺς παλαιοὺς, ἀντὶ τοῦ τριγλώχινα, τρεῖς ἀκίδας ἔχουσαν· ὥσπερ καὶ προϊών που ἐρεῖ ὅτι ἐν Ἀσίᾳ πολὺς ὠκεανὸς, ὅπερ αὐτὸς ἑρμηνεύων φησί «τρισσοὺς γὰρ κόλπους ἐρεύγεται ἔνδοθι·» ὡς ταὐτὸν ὂν εἰπεῖν πολὺς ὠκεανὸς καὶ τρισσοὶ ἐξ ὠκεανοῦ κόλποι· εἴ τι γὰρ τρία, φασὶ, τοῦτο καὶ πολλά· οὐ μὴν καὶ ἀνάπαλιν, εἰ πολλὰ, ἐξ ἀνάγκης καὶ τρία· οὐ γὰρ ἀντιστρέφει ὁ λόγος. Αἰνίττεται δὲ, φασὶν, ἡ τρίαινα τὰς τρεῖς τῶν ὑδάτων ποιότητας, τὴν ἁλμυρὰν, οἵα ἐστὶν ἡ τῆς θαλάσσης, τὴν γλυκεῖαν, ὁποία ἡ τῶν ποταμῶν, καὶ τὴν μέσην, τὴν τῶν λιμνῶν. Τὰ γὰρ πικρὰ καὶ ὀξώδη καὶ εἴτι που ἄλλο τοιοῦτον, οὐ προσλογιστέον διὰ τὸ σπάνιον. Ἀόνιον δὲ σίδηρον λέγει, ὡς ἄν τις εἴποι Βοιώτιον· Ἄονες γὰρ ἔθνος βάρβαρον οἰκῆσάν ποτε ἐν Βοιωτίᾳ, ἔνθα Ποσειδῶν ἐτιμᾶτο· καὶ οὐ δήπου κάλλιστός ἐστιν ὁ Ἀόνιος σίδηρος· τοιοῦτος γὰρ μάλιστα ὁ Χαλυβικὸς μεμαρτύρηται, ὡς ἐν τοῖς ἑξῆς εἰρήσεται.