Ancient Greek
Section 478
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 478
Not analysed yet
Ὅτι περὶ τὴν ἑσπερίαν Σύρτιν, τὴν μικρὰν δηλαδὴ, δύο νῆσοι, Μῆνιγξ καὶ Κέρκιννα. Λωτοφάγων δὲ γῆ καὶ αὗται λέγονται καὶ μάλιστα ἡ Μῆνιγξ, ἐν ᾗ καὶ βωμὸς Ὀδυσσέως καὶ λωτὸς πολὺς, περὶ οὗ φησιν ὁ Γεωγράφος· «δένδρον τὸ καλούμενον λωτὸν, ἔχον ἥδιστον καρπόν.» Περὶ οὗ ἱστορεῖ πολλὰ καὶ Ἀθήναιος. Γέγραπται δὲ περὶ αὐτοῦ καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν.