Ancient Greek
Section 48
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 48
Not analysed yet
Ὅτι τὴν Κασπίαν θάλασσαν Πτολεμαῖος μὲν λιμνοειδῶς περιγράφων περιοδεύεσθαι λέγει πεζῇ βαδίζουσι· συμφωνεῖ δὲ αὐτῷ καὶ Ἡρόδοτος, ἐν οἷς λέγει ὅτι ἡ Κασπία ἐστὶν ἐφ' ἑαυτῆς, οὐ συμμίσγουσα τῇ ἑτέρᾳ θαλάσσῃ. Διονυσίῳ μέντοι δοκεῖ τῆς Κρονίας ἁλὸς αὐτὴν ἀποσκίδνασθαι ἐκ βορέαο. Λέγει γὰρ ἐν τοῖς ἑξῆς, ὅτι ὀξὺ ἐπ' ἄρκτους ἑλκομένη προχοαῖς ἐπιμίσγεται ὠκεανοῖο. Καὶ οὕτω μὲν διαφωνοῦσιν αὐτοί. Οἱ δὲ παλαιοὶ συμφωνίαν τῇ τοιαύτῃ τῶν περιηγητῶν διαφωνίᾳ τεχνώμενοί φασιν ὅτι τάχα διὰ τόπων ἀδήλων ὁ Κρόνιος ὠκεανὸς ἑαυτὸν ἐκπέμπων ἀναδίδωσι τὸν Ὑρκάνιον κόλπον. Καὶ οὕτω σωθήσεται καὶ ὁ λόγος ὁ λέγων τὴν Κασπίαν κύκλῳ πεζεύεσθαι, καὶ ὁ εἰπὼν ἐκ τῆς Κρονίας θαλάσσης γεννᾶσθαι αὐτήν.