Ancient Greek
Section 58
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 58
Not analysed yet
Ὅτι ἡ ἑσπερία θάλασσα οὕτως ἐστὶ μεγάλη, καὶ, ὡς αὐτός που ἐρεῖ, ἀπείριτος, ὥστε ἐπὶ τὰς τρεῖς ἠπείρους τῆς οἰκουμένης λοξοῖς ἐπιστρέφεται πελάγεσιν, ἄλλοτε μὲν νήσοις περίδρομος, ἄλλοτε δὲ ἢ ὀρέων πέζαν ὑποξύουσα ἢ πόλεων. Καὶ ὅρα τὸ ὑποξύουσα, ὡς ἐὰν εἴπῃ τις ὑποτρίβουσα ἐν τῷ παραρρεῖν· καὶ ἔστιν ἀστεία ἡ τῆς λέξεως τροπὴ, ὡς ἐπὶ ξυομένων ποδῶν.