Ancient Greek
Section 504
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 504
Not analysed yet
Ὅτι ἀντικρὺ τῆς Αἰγυπτίας πέζης, ἤγουν τῆς τοῦ Δέλτα βορείας κρηπῖδος ἢ στάσεως ἢ βάσεως, ἡ Ῥόδος κεῖται, ἧς ὁ κύκλος σταδίων ἐστὶν ἐννεακοσίων εἴκοσι. Περὶ ἣν πόλις Λίνδος, ἡ καὶ μέχρι νῦν περιᾳδομένη, ἀφ' ἧς πλοῖα Λινδικὰ, ἔτι δὲ καὶ Ἰηλυσσὸς, καὶ Κάμιρος διὰ τοῦ ι γραφομένη πρὸς ἀντιδιαστολὴν τοῦ κυρίου· ὁ γὰρ Κάμειρος τὸ κύριον διὰ διφθόγγου γράφεται (510, 511). Μεθ' ἣν πρὸς ἀνατολὰς ἐν ἀρχῇ τῆς τῶν Παμφυλίων παραλίας, ἔνδον τῆς τῶν Πατάρων μεγάλης ἄκρας, αἱ Χελιδονίαι τρεῖς νῆσοι κεῖνται, πάρισοι τὸ μέγεθος, διέχουσαι ἀλλήλων ὅσον πέντε σταδίους, τῆς δὲ γῆς ἀφεστηκυῖαι ὡς ἑξαστάδιον. Ἀφ' ὧν οἴονταί τινες ἄρχεσθαι τὸ ᾀδόμενον ὄρος τὸν Ταῦρον, ἀρχόμενον τῇ ἀληθείᾳ ἀπὸ τῆς τῶν Ῥοδίων περαίας. Ἰστέον δὲ ὅτι Ἡρωδιανὸς ἐν τῇ καθόλου προσῳδίᾳ Χελιδονιαί ἀναγινώσκει ὀξυτόνως, ὡς πυρκαϊαί. Πάταρα δὲ κτίσμα Πατάρου, πόλις μεγάλη, περὶ ἧς προεγράφη πλατύτερον. Ἡ δὲ Ῥόδος ἄλλα τε ἔσχε θαυμαστὰ καὶ τὸν τοῦ Ἡλίου δὲ κολοσσὸν, Χάρητος ἔργον, ἀνδρὸς Λινδίου, πήχεων ἑβδομήκοντα· καὶ ἦν καὶ αὐτὸς ἓν τῶν ἑπτὰ θεαμάτων, ὃς ἔπεσε σεισμῷ κλασθεὶς ἀπὸ τῶν γονάτων. Πολλὰ δὲ καὶ ἄλλα εἶχεν ἡ Ῥόδος ἀγάλματα, ὧν τὸ τεχνικὸν καὶ μικροῦ δεῖν ἔμψυχον αἰνιττόμενοι οἱ τεχνῖται ἁλύσεσιν ἐδέσμουν αὐτὰ, μὴ καὶ λάθοιεν τάχα κινηθέντα μεταστῆναί που ἀλλαχοῦ. Εἰ δὲ χρὴ τὴν νῆσον ταύτην οὐ μόνον τῷ μεγίστῳ κολοσσῷ σεμνῦναι, ἀλλὰ καὶ σμικροτάτῳ τινὶ ἐπᾶραι ἀναθήματι· ἐκεῖ γὰρ καὶ ὁ καλὸς πέρδιξ ἦν, τὸ τοῦ Πρωτογένους ὑμνούμενον πάρεργον. Διὰ δὲ τὸν ἀνωτέρω ῥηθέντα μέγαν κολοσσὸν καὶ Κολοσσαεῖς ὡς ἐκ μεγάλου παρασήμου ἐκαλοῦντο οἱ Ῥόδιοι. Λέγεται δὲ καὶ ναύσταθμα ἔχειν ἡ Ῥόδος κρυπτὰ καὶ ἀπόρρητα τοῖς πολλοῖς, καὶ τῷ κατοπτεύσαντι αὐτὰ θάνατον εἶναι τὴν ζημίαν. Ἐκλήθη δέ ποτε, φασὶν, Ὀφίουσα· εἶτα Τελχινὶς, διὰ τοὺς ἐκ Κρήτης Τελχῖνας οἰκήσαντας ἐκεῖ, ἄνδρας γόητας καὶ βασκάνους. Καίτοι τινὲς μάτην δυσφημηθῆναι τούτους φασί· βασκανθῆναι γὰρ μᾶλλον ὑπὸ τῶν ἀντιτέχνων αὐτοὺς, ἀρίστους ὑπάρξαντας ἐργάτας χαλκοῦ καὶ σιδήρου, οἳ καὶ τὴν ἅρπην τῷ Κρόνῳ ἐδημιούργησαν. Ὁ δὲ Γεωγράφος φησὶ καὶ ὅτι πλεύσαντες οἱ Ῥόδιοι μέχρις Ἰβηρίας ἔκτισαν ἐκεῖ πόλιν Ῥόδον.