Ancient Greek
Section 508,509
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 509
Not analysed yet
Ὅτι ἡ Κύπρος οὐδεμιᾶς νήσου λειπομένη τῇ ἀρετῇ τῷ Παμφυλίῳ καὶ τῷ Ἰσσικῷ κλύζεται κόλπῳ, ἧς οὐδεμία ἔτι ἀνατολικωτέρα νῆσός ἐστι. Λέγει δὲ αὐτὴν Ἀφροδίτης ἄστυ ἐπήρατον, ὡς καὶ τὴν Σαμοθρᾴκην Κορυβάντιον ἄστυ, μικροπρεπῶς μὲν, οὐ γὰρ μεγαλόφωνον τὸ τὴν τοσαύτην νῆσον εἰπεῖν ἄστυ, ἀκολούθως δ' οὖν τῷ μύθῳ, διὰ τὴν ἐκεῖ τῆς Ἀφροδίτης μάλιστα διατριβήν. Ἄθυρμα γὰρ ἦν ἡ νῆσος τῇ δαίμονι, ἀφ' ἧς καὶ Κύπρις παρωνόμασται· τοῦτο δὲ διὰ τὴν τῶν ἐκεῖ μαχλοσύνην καὶ τὸ ἐπαφρόδιτον. Τινὲς δέ φασι Κύπρον κληθῆναι αὐτὴν ἀπὸ Κύπρου υἱοῦ Κινύρου, ἢ ἀπὸ ἄνθους ἐκεῖ πολλοῦ φυομένου, κύπρου καλουμένου. Οἱ δὲ Κρύπτον ποτὲ κληθῆναι αὐτὴν λέγουσι, διὰ τὸ κεκρύφθαι ὑπὸ θαλάσσης· ὅπερ καὶ περὶ Δήλου μυθεύεται, καὶ περὶ Ῥόδου δὲ κατὰ Πίνδαρον. Ὅτι δὲ καὶ Σφήκεια ἐκλήθη ποτὲ καὶ Κεραστία, ὁ Λυκόφρων δηλοῖ. Ὀλβιώτατοι δὲ νησιωτῶν οἱ Κύπριοι. Λέγονται δέ ποτε θαλαττοκρατῆσαι καιρόν τινα καὶ αὐτοί. Κύκλος δὲ ταύτης τῆς νήσου στάδια ͵γυκʹ τοῖς κατακολπίζουσι. Πολλαχοῦ δὲ καὶ ἰσθμοὺς ποιεῖ, διὰ τὸ τοῦ σχήματος ἑτερόμηκες.