Ancient Greek
Section 517
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 517
Not analysed yet
Ὅτι τῶν ἐν τῷ Αἰγαίῳ νήσων ὅσαι ὑπὸ νεύματι χειρὸς λαιᾶς κεῖνται τοῖς εἰσιοῦσι τὸν Ἑλλήσποντον, τῆς Εὐρώπης εἰσίν· ὧν ἐστι καὶ ἡ Μάκρις καὶ ἡ Σκῦρος καὶ ἡ Πεπάρηθος καὶ ἡ Λῆμνος, ἥτις Ἥφαιστον ἐτίμα, καὶ Ἴμβρος καὶ Σάμος Θρᾳκία, ἥτις Καβείρων εἶχεν ἱερὰ, οἳ καὶ Κορύβαντες ἐλέγοντο, καὶ Θάσος, ἥτις καὶ χρυσία εἶχέ ποτε, καὶ τὸ Δάτον συνῴκισε, πόλιν ἔνδοξον περὶ τὴν τοῦ Στρυμόνος παραλίαν. Ἀφ' οὗ παροιμίαν οἱ παλαιοί φασι «Δάτος ἀγαθῶν», ὡς τὸ «ἀγαθῶν ἀγαθῖδες». Καὶ σκόπει ἐνταῦθα τὴν παροιμίαν, τὸ ἀγαθῶν ἀγαθῖδες. Εἰ γὰρ καὶ ἄλλως αὐτὴν οἱ παλαιοὶ ἐκλαμβάνονται, ἀλλ' ἔοικε τοπικόν τι εἶναι ἡ ἀγαθὶς, διὸ καὶ εἰς ὁμοιότητα παρετέθη τοῦ Δάτος ἀγαθῶν, ἵνα ὥσπερ λέγεται Δάτος ἀγαθῶν οἷον τόπος καὶ πόλις, οὕτω λέγηται καὶ ἀγαθῖδες ἀγαθῶν. Εἰ γὰρ μὴ τοῦτο, ποία λοιπὸν ἄλλη ὁμοιότης τῶν δύο τούτων παροιμιῶν; Ἰστέον δὲ ὅτι Παρίων κτίσμα ἡ Θάσος· τὸ Πάριον δὲ πόλις ἐν τῇ Προποντίδι. Ο δὲ Ἀρριανὸς ἄλλως φησί· «Πάριος υἱὸς Ἰασίωνος, ᾧ ἐπώνυμον τὸ ἐν Ἑλλησπόντῳ Πάριον ὡς οἰκιστῇ.» Καὶ οὐ διαφωνεῖ Ἀρριανὸς πρὸς τὸν πρῶτον λόγον, ἀλλὰ τάχα ταυτότητα παραδηλοῖ, ὡς ἐν πολυωνυμίᾳ, Προποντίδος τε καὶ Ἑλλησπόντου· ὃ καὶ ἑτέροις ἔδοξεν, ὡς ἤδη προγέγραπται. Καὶ οὕτω μὲν Πάριοι κτίσαι τὴν Θάσον λέγονται. Τινὲς δὲ ἀνάπαλιν τὸ Πάριον ἀπὸ τῆς Θάσου εἶπον ἀποικισθῆναι. Ἀρριανὸς δέ φησι καὶ ὅτι Θάσος ἀπὸ Θάσου καλεῖται, Ποσειδῶνος υἱοῦ· καὶ ὅτι ἐκαλεῖτό ποτε καὶ Χρυσῆ νῆσος διὰ τὰ χρυσᾶ μέταλλα, ὧν καὶ Ἡρόδοτος μέμνηται, λέγων ὅτι προσόδους εἶχον μεγάλας οἱ Θάσιοι, καὶ μέταλλα χρυσᾶ Σκαπτῆς ὕλης. Ἀνεῦρον δὲ αὐτὰ Φοίνικες οἱ κτίσαντες τὴν νῆσον μετὰ Θάσου τοῦ Φοίνικος, ἐξ οὗ ἔχει καὶ τοὔνομα. Εἶχε δὲ ἱερὸν Ἡρακλέους ἡ Θάσος, ὑπὸ τῶν αὐτῶν Φοινίκων ἱδρυθὲν, οἳ πλεύσαντες κατὰ ζήτησιν τῆς Εὐρώπης τὴν Θάσον ἔκτισαν. Καὶ ταῦτα μὲν περὶ Θάσου.