Ancient Greek
Section 520
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 520
Not analysed yet
Ὅρα δὲ ὅτι φιλοτιμότερον ἐνταῦθα ὁ ποιητὴς ἀγλαϊζόμενος ἐφ' ἑκάστῃ τῶν νήσων ἐπιθέτῳ χρῆται, καὶ τὴν μὲν Μάκριν, ὃ ἔστι τὴν Εὔβοιαν, Ἀβαντιάδα λέγει, ἀπὸ τοῦ ἐν αὐτῇ ἔθνους τῶν Ἀβάντων, Θρᾳκίου ἔθνους, ὥς φησιν Ἀρριανὸς, κληθέντος οὕτως ἀπό τινος Ἀργείου υἱοῦ Ποσειδῶνος Ἄβαντος. Τούτους ὁ Ὅμηρος κομᾶν τε τὰ ὄπισθέν φησι τῷ Θρᾳκίῳ νόμῳ καὶ μεγαθύμους ὀνομάζει. Τὴν δὲ Σκίρον ὁ Διονύσιος ἠνεμόεσσαν καλεῖ, τὴν Πεπάρηθον αἰπεινὴν, τὴν Λῆμνον κραναὸν πέδον Ἡφαίστου, ἀκολούθως Ὁμήρῳ, διὰ τοὺς ἐκεῖ ποτε τοῦ πυρὸς κρατῆρας. Διὸ καὶ πόλεων περὶ αὐτὴν δύο οὐσῶν, ἡ μία Ἡφαιστία ἐλέγετο. Λέγονται δὲ καὶ ταύτην Πελασγοί ποτε οἰκῆσαι, οἱ ἐκ τῆς Ἀττικῆς ὑπὸ Ἀθηναίων ἐξελαθέντες ὡς ἄδικοι καὶ ἅρπαγες. Τὴν δὲ Θάσον ὠγυγίην λέγει καὶ Δήμητρος δὲ ἀκτὴν διὰ τὸ εὔδαιμον τῆς νήσου καὶ εὔκαρπον· ὅπου καὶ εἰς παροιμίαν ἔπεσε τὸ Θάσος ἀγαθῶν, ὡς εἴτις εἴποι δάσος. Καίτοι τινὲς Δάτος ἀγαθῶν τὴν τοιαύτην παροιμίαν γράφουσι, περὶ ἧς πρὸ ὀλίγου γέγραπται. Ὅρα δὲ ἐνταῦθα καὶ ὅπως τῶν ἄλλων ποιητῶν τὸ Δήμητρος ἀκτή λαμβανόντων ἀντὶ τοῦ δωρεά, οὗτος ἀντὶ τοῦ τόπος καὶ τέμενος ἔλαβεν. Ἔτι δὲ κἀκεῖνα περὶ τῶν εἰρημένων νήσων ἰστέον· ὅτι Εὔβοια νῆσος μία τῶν ὑμνουμένων ἑπτὰ, ἡ καὶ Μάκρις ὀνομασθεῖσα διὰ τὸ τῆς θέσεως ἐπίμηκες· οὕτω γάρ πως παραμήκης ἐκτέταται. Διὸ καὶ δέδωκε τῷ Κωμικῷ λαβὴν σκώμματος ἐν τῷ «ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους·» ὡς τῶν Ἀθηναίων ἐπιτεινάντων ποτὲ τοὺς φόρους αὐτῇ. Κλίνεται δὲ ἡ Μάκρις αὕτη διὰ καθαροῦ τοῦ ο. Διὸ καὶ ὁ νησιώτης αὐτῆς Μακριεύς. Ἦν δὲ καὶ αἰγιαλὸς οὕτω καλούμενος, κλινόμενος δὲ διὰ τοῦ δ· ἐλέγετο δὲ Μάκρις καὶ τῶν Κυκλάδων μία, ἡ Ἴκαρος, ἀφ' ἧς νομίζουσί τινες εἰρῆσθαι καὶ τὸ Ἰκάριον πέλαγος.