Ancient Greek
Section 524
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 524
Not analysed yet
Ἡ δὲ Ἴμβρος Θρᾳκικὴ μέν ἐστι νῆσος, ἱερὰ Καβείρων καὶ αὐτή· ὄνομα δὲ δαιμόνων οἱ Κάβειροι. Ἐτιμᾶτο δὲ αὐτόθι καὶ Ἑρμῆς, ὃν Ἴμβραμον λέγουσιν οἱ Κᾶρες, ὡς ἐν τοῖς Ἐθνικοῖς ἀναγράφεται· ὅθεν καὶ τάχα καὶ Ἴμβρος ἡ νῆσος παρονομάζεται. Ἡ δὲ Θρᾳκία Σάμος λέγεται μὲν καὶ Σαμοθράκη συνθέτως, καλεῖται δὲ οὕτως πρὸς διαστολὴν τῆς ἑτέρας Σάμου τῆς Ἰωνικῆς. Μέμνηται δὲ ταύτης καὶ Ὅμηρος. Ἐλέγετο δέ ποτε Δαρδανία διὰ τὸν Δάρδανον, ὃς ἐν τῷ κατακλυσμῷ διεπορθμεύθη ἐκεῖθεν εἰς τοὺς Τρωικοὺς τόπους. Ῥηθήσεται δὲ περὶ τῆς Σάμου ταύτης καὶ κατωτέρω. Καὶ τοιαῦτα μὲν, ὡς εἴρηται, τὰ τῶν τοιούτων νήσων ἐπίθετα. Τὴν δὲ Σάμον τὴν Θρᾳκικὴν Κυρβάντιον ἤτοι Κορυβάντιον ἄστυ λέγει, διὰ τὰ ἐκεῖ Κορυβάντων ἤτοι Κυρβάντων μυστήρια, ὧν καὶ Λυκόφρων μέμνηται· ἀφ' ὧν καὶ κορυβαντιᾶν τὸ μετὰ ἐκστάσεως ἐνθουσιᾶν. Ταῦτα ἐπιτροχάδην περὶ τῶν ἐν Αἰγαίῳ νήσων τῶν ἐξ ἀριστερῶν κειμένων τοῖς εἰσιοῦσι τὸν Ἑλλήσποντον, αἳ καὶ τῇ Εὐρώπῃ προσνέμονται, ὧν μία σὺν πολλαῖς ἄλλαις καὶ ἡ πρὸς τῇ Ἀττικῇ νῆσος, Ἑλένη καλουμένη, ἔνθα ἡ Ἑλένη ἀπέβη μετὰ τὴν Ἰλίου ἅλωσιν, ἢ καὶ πρὸ τούτου ὅτε ἡρπάγη.