Ancient Greek
Section 521
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 521
Not analysed yet
Ἡ δὲ Σκῦρος τὴν κλῆσιν ταύτην ἔχει, διὰ τὸ τῆς νήσου ταύτης σκληρὸν καὶ οἷον σκυρῶδες, ἤτοι λιθῶδες. Σκύρος γὰρ ἡ λατύπη, ἤγουν τὰ ἐκπαλλόμενα λιθίδια ἐν τοῖς λαξεύμασι. Πρόκειται δὲ τῆς τῶν Μαγνήτων γῆς ἡ Σκῦρος αὕτη, ὥσπερ καὶ ἡ Πεπάρηθος. Θαυμασταὶ δὲ αἶγες αἱ Σκύριαι, καὶ μέταλλα δέ εἰσι ποικίλης λίθου Σκυρίας λεγομένης, καθὰ καὶ Καρυστίας.