Ancient Greek
Section 527
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 527
Not analysed yet
Ὅτι αἱ Κυκλάδες ἔαρος γλυκεροῦ νέον ἱσταμένου ἢ ἀρχομένου, ὅτε ἐν ὄρεσιν ἀνθρώπων ἀπάνευθε κύει λιγύφθογγος ἀηδὼν, χοροὺς ἀνάγουσι τῷ Ἀπόλλωνι, οὓς καὶ ῥύσια λέγει, ὡς ῥύσεως χάριν καὶ ἐπὶ σωτηρίᾳ γινομένους. Καίτοι κυρίως ῥύσια, ὡς καὶ ἐν τῇ Ἰλιάδι φαίνεται, τὰ ἐξ ἐπιδρομῆς ὁπλιτικῆς καὶ ἑλκυσμοῦ λαμβανόμενα εἰς ἐνέχυρον, ἀπὸ τοῦ ῥύω τὸ ἑλκύω ἐτυμολογούμενα· καταχρηστικῶς δέ ποτε καὶ ἐπὶ ἁπλῶς ἐνεχύρου ἡ λέξις λαμβάνεται. Ὁ μέντοι Διονύσιος κατὰ δριμύτητα ῥητορικὴν συνήθη αὐτῷ ἐπὶ δώρων σωτηρίων τὴν λέξιν εἴληφεν, ἅπερ μᾶλλον σῶστρα λεχθήσονται, καθάπερ λύτρα τὰ ὑπὲρ αἰχμαλώτων διδόμενα.