Ancient Greek
Section 530
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 530
Not analysed yet
Ὅτι ὥσπερ αἱ Κυκλάδες, οὕτω καὶ αἱ Σποράδες ἐν τῷ Αἰγαίῳ εἰσὶ πελάγει, ἃς ἡ τῆς περιηγήσεως πινακογραφία οὐκ ἔχει. Ἔστι δὲ τῶν Σποράδων ἡ Νικασία, πλησίον τῆς Νάξου· ἡ Θήρα, ἐξ ἧς ἀποικία Λακώνων εἰς Κυρήνην ἐστάλη, καθὰ καὶ Πίνδαρος ἱστορεῖ· ἐν ταύτῃ οὔτε τοὺς ἐτῶν νʹ θνήσκοντας ἐθρηνοῦν, οὔτε τοὺς ἑπταετεῖς, εἰ θάνοιεν· ἡ Μῆλος περὶ τὸ Κρητικὸν πέλαγος, ἀπό τινος ἀνδρὸς Μήλου κληθεῖσα κατὰ τὴν τοῦ Ἀρριανοῦ ἱστορίαν· εἰς ταύτην Ἀθηναῖοί ποτε πέμψαντες [στρατείαν] ἡβηδὸν τοὺς ἐνοικοῦντας ἀπέσφαξαν. Ἄλλοι δὲ Κυκλάδα τὴν Μῆλόν φασιν ὁμώνυμον ἔχουσαν πόλιν, ὅθεν ἦν Διαγόρας ὁ Μήλιος ὁ ἐπ' ἀσεβείᾳ κωμῳδούμενος. Τῶν Σποράδων ἔστι καὶ ἡ Πάτμος περὶ τὸ Ἰκάριον πέλαγος, καὶ ἡ περὶ τὸ Καρπάθιον Ἀστυπάλαια, ναὶ μὴν καὶ ἡ Κίμωλος περὶ Κρήτην, ἐξ ἧς ἡ Κιμωλία γῆς, ἐπιτηδεία εἰς νίτρου κατασκευὴν, ὡς καὶ ὁ Κωμικὸς λέγει. Καὶ ἡ Λέρος δὲ μία τῶν Σποράδων ἐστὶ περὶ τὴν Καρίαν, ἧς οἱ ἔποικοι κακοήθεις, ὡς δηλοῖ Φωκυλίδης, λέγων· Λέριοι κακοὶ, οὐχ ὁ μὲν, ὃς δ' οὔ· πάντες πλὴν Προκλέους· καὶ Προκλέης Λέριος. Σπορὰς δὲ καὶ ἡ πρὸς τῇ Ῥόδῳ Δονουσία, ἥτις παραφθορὰν, φασὶν, ἔπαθεν· οἱονεὶ γὰρ Διονυσία τίς ἐστιν, ἐπεὶ Διόνυσος τὴν Ἀριάδνην εἰς αὐτὴν ἐκ τῆς Νάξου ἤγαγεν, Μίνωος τοῦ πατρὸς διώκοντος αὐτήν. Εἰσὶ δὲ καὶ ἄλλαι Σποράδες, ἃς, ὡς ἐρρέθη, ὁ τῆς κοσμογραφίας πίναξ οὐκ ἔχει, ὧν τινες καὶ τὴν Τῆνόν φασιν, ἥτις ἀνωτέρω Κυκλὰς ἐλέγετο. Ἐοίκασι δὲ ἀργιλώδεις αἱ Σποράδες εἶναι, ἤγουν λευκόγειοι. Διὸ καί φησι Διονύσιος ὅτι παμφαίνουσιν, οἷον ὅτε ἀνεφέλου ἀέρος ὄντος τὰ ἄστρα φαίνεται, ὑγρὰ νέφη βιασαμένου ἀρκτώου βορέου. Τοῦτο δὲ μάλιστα εἶπε διὰ τὸ ἀργιλῶδες καὶ λευκὸν τῆς αὐτόθι γῆς, ὡς εἴρηται. Σποράδες δὲ λέγονται τάχα μὲν καὶ δι' ἄλλας αἰτίας, μάλιστα δὲ πρὸς ἀντιδιαστολὴν τῶν Κυκλάδων· οὐ γὰρ κατ' αὐτὰς ὡρισμένον ἔχουσι τόπον, ἀλλ' οἷον διεσπαρμέναι εἰσὶ πολλαχοῦ, ὅπου γε Σποράδα τινὲς καὶ τὴν ἔνδον τοῦ Ἑλλησπόντου εἶπον Προκόννησον· κατὰ δέ τινας διὰ τὸ πολυπληθὲς καὶ πυκνὸν Σποράδες νῆσοι καλοῦνται· εἴποις γὰρ ἂν, φασὶ, κατεσπάρθαι οἷον αὐτάς. Εἰσὶ δὲ τῶν Σποράδων καὶ αἱ παρὰ τῷ Λυκόφρονι Καλύδναι, ὧν μία ἰδίως Καλύδνα καλεῖται, ἀφ' ἧς καὶ αἱ λοιπαὶ παρακείμεναι τὴν αὐτὴν κλῆσιν ἔλαχον. Ἔχει δὲ αὕτη μέλι τὸ Καλύδνιον ἀστεῖον καὶ τῷ Ἀττικῷ ἐνάμιλλον. Ὁ δὲ τὰ Ἐθνικὰ γράψας καὶ τὸ μέλι Καλύμνιον λέγει, καὶ τὰς νήσους ταύτας Καλύμνας, διὰ τοῦ μ. Τὸ δὲ ὑγρὰ νέφη βιασαμένου βορέου ἐξήγησις οἷόν ἐστι τοῦ παρ' Ὁμήρῳ αἰθρηγενέτου βορέαο. Ὁ γὰρ τὰ νέφη βιαζόμενος αἰθρίαν ποιεῖ, καὶ διὰ τοῦτο αἰθρηγενέτης ἐστί. Σημείωσαι δὲ ὅτι καὶ ἐν Ἀραβίᾳ κόλπος τις εἶναι λέγεται, νήσους ἔχων Σποράδας.