Ancient Greek
Section 533
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 533.1
Not analysed yet
Ὅτι μετὰ τὰς Σποράδας νήσους αἱ Ἰωνίδες εἰσὶ, τουτέστιν αἱ ὑπὸ τοὺς Ἴωνας, οἷον ἡ Καῦνος, ἣν Ἡρωδιανὸς ἐν τῇ καθόλου προσῳδίᾳ ὀξύνει. Ἔτι δὲ καὶ ἡ Σάμος, ἣν ἱμερόεσσάν τε ὁ Διονύσιος λέγει καὶ Πελασγίδα δὲ, ὡς ἀπό τινων Πελασγῶν, ἀφ' ὧν καὶ Ἥρα ἐκεῖ Πελασγία τιμᾶται. Ἰστέον δὲ ὅτι καὶ πόλις ἐστὶ Καρίας λεγομένη Καῦνος, ἀπό τινος Καύνου ἀνδρὸς, οὗ ἐρασθεῖσα ἡ ἀδελφὴ Βυβλὶς ἀπήγξατο· ὅθεν καὶ ὁ παρὰ τῇ παροιμίᾳ Καύνιος ἔρως, ἐπὶ τῶν ἀθέσμως ἐρώντων ἢ καὶ ἐπὶ τῶν βλαβέντων ἐφ' οἷς ἀθέσμως ἠράσθησαν. Ἔστι δὲ νοσώδης ἡ τοιαύτη, διὰ τὸ τοῦ ἀέρος οὐκ ἀγαθὸν, ἔν τε θέρει καὶ μετοπώρῳ διὰ τὰ καύματα καὶ τὴν τῶν ὡραίων καρπῶν ἀφθονίαν. Ἔνθα τοὺς οἰκοῦντας χλωροὺς ἰδὼν Στρατόνικος ὁ ὑμνούμενος ἀστεῖος κιθαρῳδὸς ἔφη, οἵηπερ φύλλων γενεὴ, τοιήδε καὶ ἀνδρῶν. Αἰτιαθεὶς δὲ διότι σκώπτει τὴν πόλιν διὰ τὰς νόσους, ἔτι πλέον ἀστεϊσάμενος ἔφη, «Καὶ πῶς ἂν ἐγὼ νοσερὸν εἴποιμι τόπον, ἔνθα καὶ οἱ νεκροὶ περιπατοῦσιν;» Ἡ δὲ Σάμος αὕτη ἡ Ἰωνικὴ πάνυ εὐτύχησέ ποτε, ὡς καὶ παροιμιασθῆναι, γάλα ὀρνίθων φέρειν αὐτήν. Τυραννηθεῖσα δὲ ἐπειράθη δυστυχίας ἄκρας, λειπανδρήσασα διὰ Συλοσῶντα τὸν τύραννον, ἄρξαντα πικρῶς. Ὅθεν καὶ παροιμία, «ἕκητι Συλοσῶντος εὐρυχωρία.» Ὁ μέντοι τοῦ Συλοσῶντος ἀδελφὸς Πολυκράτης οὐ φαύλως ἐτυράννησε· γενόμενος δὲ εὐτυχέστατος, ὕστερον ἐκρεμάσθη ὑπὸ Περσῶν. Οὗτος ἦν ὁ τὸν δακτύλιον ῥίψας εἰς θάλασσαν, ὃν αὖθις διὰ τοῦ καταπιόντος ἰχθύος ἀπέλαβε. Περὶ δὲ οἴνους, ὡς λέγεται, οὐ πάνυ εὐτυχὴς ἦν, ὠνομάσθη δέ ποτε καὶ Μελάμφυλλος καὶ Ἀνθεμὶς καὶ Παρθενία δὲ ἀπὸ ποταμοῦ Παρθενίου. Ἐν ταύτῃ τῇ Σάμῳ καὶ ὄρος ὑψηλὸν λέγεται εἰς πεντήκοντα καὶ ἑκατὸν ὀργυιὰς, οὗ κάτωθεν ὄρυγμα, ὥς φησιν Ἡρόδοτος, πολυστάδιον, δι' οὑ ὕδωρ ὀχετευόμενον διὰ σωλήνων παρεγένετο εἰς τὴν πόλιν ἀπὸ μεγάλων πηγῶν, οὗ ἀρχιτέκτων Εὐπαλῖνος ὁ Μεγαρεύς. Ἦν δὲ, φησὶν, αὐτόθι καὶ ναὸς μέγιστος, οὗ ἀρχιτέκτων Ῥοῖκος, ἀνὴρ ἐπιχώριος. Ταύτης ὁ πολίτης Σάμιος· ὁ μέντοι τῆς ἐν Κεφαλληνίᾳ Σάμου πολίτης Σαμαῖος, διότι ἐκείνη καὶ Σάμη λέγεται, καθὰ καὶ παρ' Ὁμήρῳ εὕρηται. Ἰστέον δὲ ὅτι Ἰωνικὴν τὴν ῥηθεῖσαν Σάμον φαμὲν, ὡς ἂν ἀντιδιαστέλλοιτο τῇ τε Ὁμηρικῇ Κεφαλληνικῇ Σάμῳ καὶ τῇ προειρημένῃ δὲ Θρᾳκίᾳ Σάμῳ, τῇ οὕτω κληθείσῃ διὰ τὸ ὕψος· σάμοι γάρ, φασι, τὰ ὕψη. Ὅτι δὲ εἰς πολὺ ἐξήρετο ὕψος, δῆλον ἐκ τοῦ καὶ τὸν Ποιητὴν εἰπεῖν, ἐξ αὐτῆς τήν τε Ἴδην φαίνεσθαι πᾶσαν καὶ τὰ κατὰ τὴν Τροίαν. Οἱ δέ φασιν ὅτι Σάμος λέγεται ἡ Θρᾳκία, οἱονεὶ Σάος τις, καὶ κατὰ πλεονασμὸν τοῦ μ Σάμος, ἀπὸ Σαΐων, ἔθνους παλαιοῦ οἰκήσαντος αὐτὴν, οὗ μέμνηται καὶ Ἀρχίλοχος, ὁμολογῶν ἄχραντον τὴν αὐτοῦ ἀσπίδα ἐν φυγῇ πολέμου ῥῖψαι παρ' αὐτοῖς. Καὶ ἡ Χίος δὲ τῶν Ἰώνων ἐστὶ νῆσος, ἔχουσα πόλιν εὐλίμενον, ὡς ὁ Γεωγράφος φησὶ, καὶ ναύσταθμον πʹ ναυσὶ, καὶ ἄλσος φοινίκων· ἧς ὁ περίπλους σταδίων ἐννεακοσίων. Ταύτης οἰκισταὶ Πελασγοί. Ἐνταῦθα ὄρος τὸ Πελινναῖον. Ἱστορεῖται δὲ ἐν Χίῳ πρῶτον μέλανα οἶνον γενέσθαι, καὶ πρώτους τοὺς ἐκεῖ θεράπουσι χρήσασθαι, οὕτω καλουμένοις κατὰ ἰδίαν τινὰ κλῆσιν δουλευτικὴν ἢ δουλικήν· ὡς καὶ οἱ Λακεδαιμόνιοι ἐχρήσαντό ποτε Εἵλωσι, καὶ Μακεδόνες Πενέσταις, καὶ Ἀργεῖοι Γυμνησίοις, καὶ Σικυώνιοι Κορυνηφόροις, καὶ Κρῆτες Μνωΐταις, καὶ Ἰταλιῶται Πελασγοῖς. Ὥστε κατὰ τὴν ἱστορίαν ταύτην δουλικὰ παρὰ τοῖς παλαιοῖς ὀνόματα εἶναι τοὺς Εἵλωτας, τοὺς Πενέστας, τοὺς Γυμνησίους, τοὺς Κορυνηφόρους, τοὺς Μνωΐτας, τοὺς Πελασγοὺς, τοὺς θεράποντας. Ἄλλοι δὲ Κρητικὴν λέξιν τῶν θεραπόντων εἶπον εἶναι, ὡς τῶν Κρητῶν τὸν ὁπλοφόρον δοῦλον λεγόντων θεράποντα.