Ancient Greek
Section 536
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 536
Not analysed yet
Ὅτι ἐκεῖθεν, ἤτοι μετὰ τὰς Ἰωνικὰς νήσους, ἀναφαίνονται νῆσοι Αἰολίδες, Λέσβος τε εὐρύχορος καὶ Τένεδος ἱμερτή. Μητρόπολις δὲ τῶν Αἰολικῶν πόλεων ἡ Λέσβος, περίμετρον ἔχουσα χιλίων ἑκατὸν σταδίων, μεταποιουμένη τῆς τοῦ Ὀρφέως κεφαλῆς. Ἐκεῖ γάρ φασι μετὰ θάνατον αὐτὴν λαλοῦσαν προσενεχθῆναι. Τοῦτο δὲ ἐμυθεύθη διὰ τὸ ἀρίστους ἐκεῖ καὶ μετὰ Ὀρφέα γενέσθαι ἄνδρας λογίους, ὧν ἦν καὶ Ἀρίων ὁ Μηθυμναῖος καὶ Πιττακὸς καὶ ὁ ποιητὴς Ἀλκαῖος καὶ ἡ Σαπφὼ, θαυμαστόν τί, φασι, γυναικὸς χρῆμα, πρὸς ἣν οὐδεμία γυνὴ ἐνάμιλλος εἰς ποίησιν. Ἦν δὲ πεντάπολις ἡ Λέσβος, μίαν ἔχουσα τῶν πέντε τὴν Λέσβον, ἀφ' ἧς ἡ ὅλη νῆσος Λέσβος ἐλέγετο, ἐκ τοῦ μέρους λαχοῦσα τοὔνομα· ὥσπερ καὶ νῦν Μυτιλήνη λέγεται ἡ αὐτὴ ἀπὸ πόλεως ὁμωνύμου μιᾶς ἐκείνων τῶν πέντε. Τῷ δὲ αὐτῷ λόγῳ καὶ Λυκόφρων αὐτὴν Ἴσσαν ἐκάλεσε· μία γὰρ καὶ ἡ Ἴσσα τῆς αὐτῆς πενταπόλεως. Ἡ δὲ Τένεδος περίμετρον μὲν ἔχει σταδίων ὀγδοήκοντα, τῆς ἠπείρου δὲ ἀπέχει οὐ πλείους τῶν τεσσαράκοντα· εἶχε δὲ καὶ πόλιν Αἰολίδα καὶ λιμένας δύο καὶ Σμινθέως ἱερὸν Ἀπόλλωνος. Παράκεινται δὲ αὐτῇ αἱ ῥηθεῖσαι ἀνωτέρω Καλύδναι δύο νῆσοι. Ἐκαλεῖτο δέ ποτε, φασί, καὶ αὐτὴ Καλύδνα. Ἐκλήθη δέ ποτε καὶ Λεύκοφρυς. Διὰ δὲ τὸν Τένην, οὗ γέγονεν ἕδος ὣς βασιλεύσαντος ἐν αὐτῇ, ἐπεκράτησε Τένεδον καλεῖσθαι αὐτήν. [Ὅντινα Τένην διαβολὴ μὲν μητρυιᾶς Φιλονόμης ἢ Πολυβοίας συγκατέρριψε διὰ τοῦ πατρὸς Κύκνου εἰς θάλασσαν τῇ ἀδελφῇ Λευκοθέᾳ, ἐγκλείσασα λάρνακι. Ἡ δὲ δίκη περισωσαμένη τῆς νήσου βασιλέα κατέστησεν. Ἦν δὲ ἡ τῆς μητρυιᾶς διαβολὴ πρὸς τὸν Κύκνον ἐρωτικὴ, ὅτι δηλαδὴ ὁ Τένης ἐβιάζετο αὐτήν· καίτοι αὐτὴ οὕτως εἰς τὸν Τένην ἐποίησεν.] Ἀπὸ ταύτης ἐπὶ τῶν αὐστηρὰ ψηφιζομένων ᾄδεται παροιμία, Τενέδιος ἀνήρ. Λέγεται γάρ ποτε τοῖς ἐπὶ μεγάλῳ κακῷ αὐτόθι δικαζομένοις πελεκηφόρον ἐφεστάναι ἄνδρα, ὃν ἔδει τῷ ἑαλωκότι τοῦ ἐγκλήματος πληγὴν εὐθὺς ἐπιθεῖναι θανάσιμον.