Ancient Greek
Section 549
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 549
Not analysed yet
Ὅτι ἐντὸς τῆς Μαιώτιδος νῆσος ἀπειρεσίη ἐστήρικται, ἣν καλοῦσι Ταυρικὴν, ἐν ᾗ Φαιναγόρα καὶ Ἑρμώνασσα, Ἰώνων ἄποικοι πόλεις, ὧν ἡγήσατο Φαιναγόρας τις καὶ Ἕρμων, ἀφ' ὧν οἱ τόποι καλοῦνται. Ἀρριανὸς δὲ οὕτω φησί· «Φαιναγόρεια, ἣν ἔκτισε Φαιναγόρας ὁ Τήιος, φεύγων τὴν τῶν Περσῶν ὕβριν. Ἔτι δὲ Ἑρμώνασσα ἐπὶ Ἑρμωνάσσῃ τῇ γυναικὶ Σημάνδρου Μυτιληναίου τινὸς, οὗ τινας τῶν Αἰολέων εἰς ἀποικίαν μεταστήσαντος καὶ θανόντος ἐν τῷ τῆς πόλεως οἰκισμῷ, ἡ γυνὴ τῆς τε πόλεως ἐγκρατὴς ἐγένετο, καὶ τὸ ἑαυτῆς ὄνομα τῆ πόλει ἐπέθετο.» Τὸ δὲ στόμα τῆς Μαιώτιδος Κιμμερικὸς λέγεται Βόσπορος, περὶ οὗ προεγράφη, ἔνθα τὸ τοῦ πορθμοῦ στενότατον στάδια κʹ. Πολεμισταὶ δέ εἰσιν οἱ περὶ τὴν Μαιῶτιν, καὶ γεωργοὶ, καὶ μετά γε τὸ Σκυθῶν ἔθνος πάντων ἀλκιμώτατοι· καὶ ἀπ' αὐτῶν ἡ κλῆσίς ἐστι τῇ Μαιώτιδι, καθά τινες λέγουσι. Φασὶ δὲ καὶ πάντας τοὺς ἐφεξῆς αὐτοῖς Σκύθας πάλαι ποτὲ σιτοφάγους εἶναι καὶ ἀροτῆρας, μεταβαλόντας δὲ γενέσθαι νομάδας, ἀλλοκότους τε καὶ ἀπόλιδας, διὰ τὴν ἐν τοῖς μετὰ ταῦτα ῥηθησομένην αἰτίαν.