Ancient Greek
Section 554
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 554
Not analysed yet
Ὅτι λέγων κατὰ σχῆμα συμπληρώσεως ὁ Διονύσιος, αἵδε μὲν ἀνθρώποις εὐκλεεῖς νῆσοι, ὁμολογεῖ πάλιν τὴν παχυμερῆ περιήγησιν. Καὶ καινὸν οὐδὲν, ὅπου καὶ ὁ πλατύτατος Γεωγράφος ἑκών φησι παραλείπειν πολλά· τὸ γὰρ πάντα λεπτοτομεῖν χωρογραφίας ἐστὶν ἴδιον, ὡς καὶ ἐν προοιμίοις εἴπομεν. Ἐρεῖ δὲ ὅτι καὶ τῶν νήσων αἳ περὶ τὸν ὠκεανὸν ἐστεφάνωνται τὰς περισήμους περιηγήσεται. Ἄρξεται δὲ καὶ ἐπὶ τούτων ἀπὸ Λιβύης, ἀρχὴν κἀνταῦθα ταύτην ποιούμενος, καὶ οὕτω πρεσβεῖον οἷον τιμῆς τῷ ἑαυτοῦ ἔθνει περιποιούμενος.