Ancient Greek
Section 558
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 558
Not analysed yet
Ὅτι Ἐρύθεια ἡ τοῦ Γηρυόνου νῆσος περὶ τὸ χεῦμά ἐστι τοῦ Ἄτλαντος, ἤτοι περὶ τὸ Ἀτλαντικὸν πέλαγος. Καὶ ὅρα ὅτι τὸ πέλαγος Ἄτλαντα εἶπεν, ὁμωνύμως τῷ ἥρωι, ἐξ οὗ αὐτὸ παρωνόμασται. Ταύτην τὴν νῆσον βουτρόφον ἐπωνόμασε διὰ τὴν περιουσίαν τῶν βοῶν αἳ ἦσαν τῷ Γηρυόνῃ, ἐν ᾗ Αἰθίοπες Μακροβίων υἱοὶ, περὶ ὧν προείρηται, οἳ μετὰ τὸν Γηρυόνου, φησὶ, θάνατον ᾤκησαν τὴ νῆσον. Αὐτοῦ γὰρ ζῶντος ἀοίκητος ἦν τοῖς ἄλλοις διὰ τὸ ἐκείνου κακόξενον. ᾌδεται δὲ Ἡρακλῆς εἰς αὐτὴν πλεύσας χαλκῷ λέβητι, ὅτε καὶ τὰς Γηρυονείους ἀπήλασε βοῦς. χαλκείῃ ἀκάτῳ βουπληθέος ἐξ Ἐρυθείης, ὡς ὁ Εὐφορίων λέγεται ἱστορεῖν. Ὁμοίως καὶ ὁ Ἐφέσιος Ἀλέξανδρος, εἰπών· χαλκείῳ δὲ λέβητι μέγαν διενήξατο πόντον. Τάχα δὲ ὁ μὲν ῥηθεὶς λέβης πλοίου εἶδος ἦν, ᾧ καὶ ὁ λῃστρικὸς λέμβος ἔοικε παρηχεῖσθαι κατὰ παρωνομασίαν τινά. Τὸ δὲ τούτου χάλκεον συγκρότησίν τινα χαλκοῦ δηλοῖ ἐπ' αὐτῷ, ὡς εἴ γε τυχὸν χαλκέμβολον ἦν, ἢ παράσημά τινα ὡς εἰκὸς ἐκ τοιαύτης εἶχεν ὕλης περὶ τὰ κατὰ πρύμναν ἢ κατὰ πρώραν. Ἰστέον δὲ ὅτι ὁ Ἀρριανὸς δοξάζων τὸν Τύριον Ἡρακλέα τοῖς περὶ τὰ Γάδειρα τόποις ἐπιφοιτῆσαι, λέγει ὅτι κατὰ τὸν λογοποιὸν Ἑκαταῖον ὁ Γηρυόνης, ἐφ' ὃν ὁ Ἀργεῖος Ἡρακλῆς ἐστάλη, οὐδέν τι προσήκει τῇ γῇ τῶν Ἰβήρων, ἤγουν οὐκ ἦν ἐξ Ἰβηρίας, ἀλλὰ τῆς ἠπείρου τῆς περὶ Ἀμπρακίαν βασιλεὺς ἐγένετο, καὶ ἐκ τῆς ἠπείρου ταύτης ἀπήλασεν ὁ Ἡρακλῆς τὰς βόας, οὐδὲ τοῦτο φαῦλον ἆθλον τιθέμενος. «Οἶδα δὲ, φησὶν, ἐγὼ καὶ εἰς τοῦτο ἔτι τὴν ἤπειρον ταύτην εὔβοτον, καὶ βοῦς τρέφουσαν καλλίστας.» Καὶ ταῦτα μὲν οὕτω. Τοὺς δὲ ἐν Ἐρυθείᾳ Αἰθίοπας μακροβίους μὲν ὁ Διονύσιος λέγει, πρὸς ἀντιδιαστολὴν τῶν ἀκριδοφάγων Αἰθιόπων, οἳ βραχύβιοί εἰσι, σπανίως ὑπερτιθέντες ἔτη μʹ κατὰ τὸν Γεωγράφον, ὡς ἀποθηριουμένης αὐτῶν τῆς σαρκός· θεουδέας δὲ ἐπονομάζει καὶ ἀμύμονας διὰ δικαιοσύνην, ὡς τῶν ἄλλων ἑσπερίων ἀδίκων ὄντων. Ἰστέον δὲ ὅτι μακροβίους καί τινας τῶν Ὑπερβορείων ἱστοροῦσί τινες. Ἄλλοι δὲ νῆσον Ἐρύθειαν εἶπον αὐτὰ τὰ Γάδειρα, τῷ Διονυσίῳ οὐ συντρέχοντες· οἱ δὲ νῆσόν τινα Ἐρύθειαν εἶπον παραβεβλημένην τοῖς Γαδείροις, πορθμῷ σταδιαίῳ διειργομένην. Ἐνόμισαν δὲ τοῦτο οἷα τὸ εὔβοτον ὁρῶντες τῆς τοιαύτης νήσου, ἔνθα τῶν προβάτων γάλα ὀρρὸν οὐ ποιεῖ, ἀλλὰ καὶ τυροποιοῦσι πολλῷ ὕδατι μίξαντες διὰ τὴν πιότητα. Καὶ ἐν τριάκοντα δέ φασιν ἡμέραις αὐτόθι πνίγεται τὸ ζῶον, εἰ μή τις ἀποσχάσει τι τοῦ αἵματος. Πλούσιος δὲ ὁ Γηρυόνης ὥσπερ κατὰ τὰς βόας, οὕτω καὶ κατὰ τὸ ὄνομα· λέγεται γὰρ καὶ Γηρυὼν καὶ Γηρυόνης καὶ Γηρυονεύς.