Ancient Greek
Section 589
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 589
Not analysed yet
Ὅτι πρὸς τοῖς ἑῴοις τοῦ ὠκεανοῦ ἐστιν ἡ Χρυσῆ νῆσος, λεγομένη οὕτως ἢ διὰ τὸ χρυσὸν φέρειν κατά τινας, ἢ κατὰ τὸν Διονύσιον διότι αὐτόθι ἀνατολαὶ καθαροῦ φαείνονται ἠελίοιο, καὶ οὕτω διὰ τὸ καθαρὸν τῆς φαύσεως χρυσοῦς εἶναί πως δοκεῖ ὁ ἥλιος, οὐ μὴν σκυθρωπὸς, καθὰ παρὰ Σκύθαις διὰ τὴν τοῦ Κρονίου πόντου συννέφειαν. Καὶ διὰ τοῦτο Χρυσῆ λέγεται καὶ ἡ ὑπ' αὐτῷ λαμπομένη αὕτη νῆσος.