Ancient Greek
Section 591
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 591
Not analysed yet
Ὅτι ἡ Ταπροβάνη ποτὲ Σαλικὴ ὀνομασθεῖσα νῆσός ἐστι πελαγία, οὐκ ἐλάττων τῆς Βρεττανικῆς, κατὰ τὴν ἱστορίαν, τετράπλευρος, θηρονόμος, πεπληθυῖα εὐρίνων ἐλεφάντων, ὥς φησιν Ἀλέξανδρος ὁ καὶ Λύχνος ἐπιλεγόμενος· ταύτην τὴν νῆσον ὁ Διονύσιος μητέρα φησὶν ἐλεφάντων Ἀσιηγενέων. Λέγει δὲ αὐτὴν καὶ Κωλιάδος νῆσον μεγάλην, ὃ ἔστιν Ἀφροδίτης, ὁποία καὶ ἡ Κύπρος, διὰ τὸ καὶ τοὺς ἐν τῇ Ταπροβάνῃ ἀνθρώπους γυναικείῳ κόσμῳ φαιδρύνεσθαι, ἄλλως τε τὰ εἰς Ἀφροδίτην θρυπτομένους, ἔτι δὲ καὶ ἐμπλεκομένους τὰς τρίχας. Ἱστορεῖ δὲ καὶ τὸν καρκίνον τὸ θερινὸν ζώδιον ὑπὲρ αὐτῆς δινεῖσθαι τῆς νήσου, οὐρανίαις ἀειρόμενον στροφάδεσσιν, ὡς τοῦ ἐκεῖ κλίματος ὑπὸ τὸν καρκίνον κειμένου. Πτολεμαῖος μέντοι τὸν κριὸν τὸ ζώδιον ὑπὲρ αὐτῆς εἰλεῖσθαί φησι. Σημείωσαι δὲ ὅτι κατὰ λόγον δριμύτητος, ἤτοι γλυκύτητος, στροφάδας οὗτος νῦν εἶπε τὰς τοῦ ἀστέρος τοῦ καρκίνου κατ' οὐρανὸν στροφάλιγγας καὶ κινήσεις. Ἡ δὲ κοινὴ χρῆσις ὄνομα νήσων ἔχει τὰς Στροφάδας περὶ τὸ Σικελικὸν κειμένων πέλαγος. Κωλιὰς δὲ ἡ Ἀφροδίτη ἢ ἀπὸ τόπου Ἀττικοῦ, ὅπου τὰ Περσικὰ συνέπεσον ναυάγια, περὶ ὧν χρησμὸς τοιοῦτος ἐξέπεσε· «Κωλιάδες δὲ γυναῖκες ἐρετμοῖς φρίξουσιν.» Ὁ δὲ τοιοῦτος Ἀττικὸς τόπος ὅμοιός ἐστι, φασὶν, ἀνθρώπου κώλῳ. δηλαδὴ τῷ κατὰ τοὺς πόδας, ἐκκείμενος εἰς θάλασσαν, ἔχων Ἀφροδίτης ἱερὸν, Κωλιάδος καλουμένης ἐκ τῆς τοῦ τόπου ὁμοιότητος. Ἕτεροι δὲ Κωλιάδα φασὶ κληθῆναι ἀπὸ τόπου εἰς ὃν ζώου κωλῆν ἀπέθετο ὄρνις ἔκ τινος θυσίας ἁρπάσας. Μέρος δὲ ποδὸς ἐμπροσθίου ἡ κωλῆ, καὶ περισπᾶται ἀπὸ συναιρέσεως, ὥσπερ γαλέα γαλῆ, οὕτω καὶ κωλέα κωλῆ. Οἱ δέ φασιν ὅτι Ἀθηναίους ἐληΐσαντό ποτε οἱ Τυρρηνοὶ, μεγάλα συνιστῶντες πειρατήρια. Γυνὴ δὲ Τυρρηνὶς διατεθεῖσα φιλίως περί τινα τῶν Ἀττικῶν αἰχμαλώτων ἀφῆκε λύσασα. Ὁ δὲ ἵδρυσε φυγὼν Κωλιάδος Ἀφροδίτης ἱερὸν, ὡς δι' αὐτὴν τὰ κῶλα λυθείς. Αἴθωνα δὲ τὸν καρκίνον προσεῖπεν ἀντὶ τοῦ καυσοποιὸν, διὰ τὴν θερμότητα ἣν ὁ ἀὴρ πάσχει, ὄντος τοῦ ἡλίου ἐν τῷ τοιούτῳ θερινῷ ζωδίῳ.